293
ἄλλου κριθέντος μὴ εἶναι τούτῳ πλείονος ἀξίῳ δόξαι πῶς οὐ τοιοῦτόν ἐστιν; ἀλλʼ ὥσπερ Ὅμηρος ἐπαινεῖ λέγων πρόσθε μὲν ἐσθλὸς ἔφευγε, δίωκε δέ μιν μέγʼ ἀμείνων· καὶ πάλιν ἀνδρῶν αὖ μέγʼ ἄριστος ἔην Τελαμώνιος Αἴας, ὄφρʼ Ἀχιλεὺς μήνιεν· ὁ γὰρ πολὺ φέρτερος ἦεν. καὶ ἑτέρωθι Κάρτιστοι μὲν ἔσαν καὶ καρτίστοις ἐμάχοντο, θηρσὶν ὀρεσκῴοισι, καὶ ἐκπάγλως ἀπόλεσσαν· οὕτως καὶ ἡμᾶς εἰκός ἐστιν ἔχειν πρὸς τοὺς ἐπαίνους, πρεσβεύειν μὲν ὃν ἂν βουλώμεθα καὶ ὃν ἂν ᾖ δίκαιον, μὴ διασύρειν δὲ οὓς οὐκ ἄξιον, μηδὲ νομίζειν τὴν πρὸς τοὺς ἑτέρους ἀπέχθειαν ἀφορμὴν τῆς πρὸς τοὺς ἑτέρους πίστεως εἶναι, ἀλλʼ ἡγεῖσθαι παραπλήσιον νῦν ἡμᾶς ποιεῖν, ὥσπερ ἂν εἴ τις ἐν συμποσίῳ φίλων κοινῶν μαχομένων συστασιάζειν μὲν μηδετέροις ἀξιοίη, μηδʼ οὓς ἀδικεῖσθαι νομίζοι, πραΰνειν δʼ ἐπιχειροίη τοὺς ὑπάρξαντας καὶ διαλλάττειν εἰς τὸ δυνατόν. εἰ γὰρ τοῦ Πλάτωνα κακόν τι λέγειν ἀφέμενοι τοῖς ἀνδράσι τὰ πρέποντα ἀπεδώκαμεν, οὐκ ἀδικοῦμεν οἶμαι. ταῦτα γὰρ καὶ πολιτικὰ καὶ ἀνθρώπινα καὶ θεοῖς ἀρέσκοντα ἐκ τοῦ παντὸς χρόνου. δεῖ γὰρ καὶ τραγῳδίαν, ὦ Πλάτων, ἐπίστασθαι ἐπαινέσαι καὶ κωμῳδίαν γε ἃ προσήκει καὶ διθύραμβον καὶ χοροὺς, οὐδʼ ἂν ὅ γε Ἀπόλλων ἱστάναι χοροὺς προσέταττεν, εἰ πάντη φαῦλον ἦν, οὐδέ γε, ὃ τούτου μεῖζόν ἐστι, τὸν ἀποκτείναντα Ἀρχίλοχον, ὃς τὸ πάντων ἔξοχον καὶ δυσχερέστερον εἶδος τῆς ποιήσεως μετεχειρίζετο, τοὺς ἰάμβους, ἐξεῖργεν ἂν τοῦ νεὼ, φάσκων οὐκ εἶναι καθαρὸν, καὶ ταῦτʼ ἐν πολέμῳ τοῦ φόνου συμβάντος. ἀλλʼ ὅμως ἐτίμησε τὸν Ἀρχίλοχον καὶ Μουσάων γε θεράποντα προσεῖπεν, ἀλλʼ οὐκ ἀνθρώπων διάκονον οὐδενός. οὐ τοίνυν οὐδʼ Ἀρχίλοχος περὶ τὰς βλασφημίας οὕτω διατρίβων τοὺς ἀρίστους τῶν Ἑλλήνων καὶ τοὺς ἐνδοξοτάτους ἔλεγε κακῶς, ἀλλὰ