156
διήμαρτον ὧν ἤλπισάν τε καὶ προὐθυμήθησαν, καὶ δὴ διὰ τοῦθʼ ὥσπερ εὐεργέτας αὐτοὺς ἠξίωσεν ἀφεῖναι, οὐδʼ ἠμνημόνησε τῶν ἱερῶν τῶν ὑπʼ ἐκείνων ὑβρισθέντων, οὐδʼ ὧν ἐν οἷς ἠδυνήθησαν ἐπεδείξαντο, ἀλλὰ καὶ τούτων ἀξιῶν αὐτοὺς ὀφείλειν δίκην τὴν ἐσχάτην καὶ ἔτι μειζόνων, ἃ, εἰ κατώρθωσαν, δῆλοι πᾶσιν ἦσαν ἐξεργασάμενοι, οὐκ ᾤετο δεῖν τὴν ἡσυχίαν ἄγειν οὐδὲ τοῖς ἄλλοις παραινεῖν, οὐδὲ τοῖς θεοῖς αἰσχρῶς ἔχειν τὴν χάριν, ἀγαπῶντας εἰ σώζονται, ἀλλʼ ὃ ποιηταὶ καὶ νομοθέται καὶ παροιμίαι καὶ ῥήτορες καὶ πάντες κελεύουσιν, ἀμύνεσθαι τοὺς ὑπάρξαντας, τοῦτο εἰσηγεῖτο καὶ πρὸς τοῦτʼ ἦγεν αὐτοὺς, οὐχ ὡς ἄν τις τὸ ἥδιστον, ἀλλʼ ὡς ἄν τις τὸ δικαιότατον λέγων. πρὸς δὲ τούτοις καὶ τῆς Ἑλλάδος φυλακὴν ἀληθεστάτην ἡγεῖτο οὐκ εἰ καθείρξας αὐτοὺς οἴκοι παρέχοι καθεύδειν ἀσφαλῶς, ἀλλʼ εἰ τοῖς βαρβάροις φόβον ἐμβάλοι μηδὲν ἔτι τοιοῦτον ἐνθυμηθῆναι τοῦ λοιποῦ, καὶ εἰ τῆς Ἑλλάδος αὐτοὺς ἀπώσαιτο ὡς δυνατὸν πορρωτάτω. διὰ ταῦτα εἰς τὴν ἐκείνων ἐξῆγε τὸν πόλεμον καὶ περιέπλει μὲν Κύπρον, παρέπλει δὲ Παμφυλίαν, ἐναυμάχει δὲ Φοίνιξι καὶ Κυπρίοις καὶ οἷστισι προσμίξαιεν αὐτῶν. ἐπὶ δὲ Εὐρυμέδοντι ποταμῷ ναυμαχίας καὶ πεζομαχίας μνημεῖα ἔστησεν ἀμφότερα ἡμέρᾳ μιᾷ νικῶν. ὥστε τοῖς προτέροις ἔργοις ἐκπεπληγμένων τῶν ποιητῶν τοῖς ὅτʼ ἐπῄεσαν οἱ βάρβαροι πραχθεῖσιν, ὅμως τις ὕμνησεν αὐτῶν εἰς ταῦτα ὕστερον, οὐ πάντα, ἀλλὰ μιᾶς τινος ἡμέρας ἔργα· ἐξ οὗτʼ Εὐρώπην Ἀσίας δίχα πόντος ἔκρινε καὶ πόλιας θνητῶν θοῦρος Ἄρης ἐφέπει,οὐδενί πω κάλλιον ἐπιχθονίων γένετʼ ἀνδρῶν ἔργον ἐν ἠπείρῳ καὶ κατὰ πόντον ὁμοῦ. οἵδε γὰρ ἐν γαίῃ Μήδων πολλοὺς ὀλέσαντες Φοινίκων ἑκατὸν ναῦς ἕλον ἐν πελάγει ἀνδρῶν πληθούσας, μέγα δʼ ἔστενεν Ἀσὶς ὑπʼ αὐτῶν πληγεῖσʼ ἀμφοτέραις χερσὶ κράτει πολέμου.