Thesauros Literature Oratory Αἰγύπτιος

Αἰγύπτιος

Αἰγύπτιος Aristides, Aelius
338 Νεῖλος ὅτι μὴ πλέον ἢ ἑκάτεροι μείζους καὶ ἐλάττους παρὰ τὴν ὥραν ἑκατέραν. ἀλλὰ μὴν εἰ μηδεπώποτʼ αὐξηθεὶς χειμῶνος ὁ Νεῖλος ἀκούεται, τοὺς δὲ παρʼ ἡμῖν ἔστιν ἰδεῖν μείζους ἑαυτῶν γιγνομένους τοῦ θέρους, ἐὰν ὄμβροι κατάσχωσιν, ἄλλο τι χρὴ ζητεῖν τὸ τῆς ἀναβάσεως αἴτιον, εἴπερ δὴ, ὡς τό γʼ ἐξ ὄμβρων οὐδαμῆ συμβαίνει.
338 οὐ τοίνυν μόνον αὔξεται τακτὰ ὁ Νεῖλος, ἀλλὰ καὶ ἀπολήγει τεταγμένως ὀπίσω καὶ σχεδὸν οὐκ ἐν ἐλάττονι χρόνῳ καθίσταται εἰς τὸ ἐξ ἀρχῆς ἢ ἐν ὅσῳ προϊὼν ἐξεπλήρωσε. καίτοι οἵ γʼ ἐκ τῶν ὄμβρων αὐξανόμενοι ποταμοὶ οὐδαμοῦ τοῦτο πάσχουσιν, οὐδʼ ἔπεστιν αὐτῶν τάξις οὐδετέρῳ τῷ παθήματι· εἰκότως, ὅτε γε μηδʼ αὐτοῖς τοῖς ὄμβροις. οὐκοῦν καὶ τὸ ἅπαξ τοῦ ἔτους ἀναβαίνειν, τοὺς δʼ ἄλλους ὡς τύχοιεν ἑκάστοτε, καὶ τὸ μὴ ἀπολείπειν πρὶν ἐκπληρῶσαι καὶ τὸ πληρώσαντα αὖθις ἀπορρεῖν, καὶ ἡ μετὰ τοῦτο ἡσυχία τοῦ ῥεύματος οὐκ ἐᾷ παρὰ τοῖς ὑετοῖς εἶναι τὴν πρόφασιν δοκεῖν. εἰ δὲ δεῖ καὶ τοῦτο εἰπεῖν, ὑπερβαλόντι καταρράκτας ψάμμος ἔνθεν καὶ ἔνθεν ἐστὶ τοῦ Νείλου, τὸ μὲν δὴ κατὰ Λιβύην καὶ παντάπασιν ἔρημοι θῖνες. ὥστʼ εἴπερ ὗεν, οὐκ εἰκός γε ἦν γίγνεσθαι ῥεύματα, ὑποδεχομένης τῆς ψάμμου τοὺς ὄμβρους εἰς αὑτήν. ἃς γοῦν ἴσμεν ψάμμους ἄλλας εὐμεγέθεις, ἴσμεν τοῦτο πασχούσας, ἐπεὶ καὶ αἱ περὶ τὰς εἰσβολὰς τὰς ἐξ Ἀράβων εἰς Αἴγυπτον ψάμμοι οὐ τοσοῦτον ὕσει ὡς παρήσουσι ῥεῦμα ὕδατι. αἱ δὲ δὴ πρὸς Λιβύης καὶ κατάντεις ἐπὶ θάτερά εἰσιν ἀπὸ τοῦ ποταμοῦ περιφανῶς, ἄνευ τοῦ κατʼ ἄμφω παραλλάττοντος, καὶ τοῦ τῆς ψάμμου ταύτης παρʼ ἃς ἴσμεν ἄλλας πλήθους καὶ τοῦ κατὰ τὸν ποταμὸν ῥεύματος τοσοῦτον ὑψουμένου, ὅσον εἰ καὶ ὑπὲρ ἀντιτύπου θαυμαστὸν ἦν. καὶ περὶ Μερόην γέ φασιν ὕειν, καὶ εἰ τοῦτʼ ἦν αἴτιον τῆς ἀναβάσεως, οὐκ ἂν ἐλάνθανε δή που τοὺς αὐτοὺς ὁρῶντας καὶ προσοικοῦντας, οὐδʼ ἂν ἐζητεῖτο ὑπʼ αὐτῶν ἐκείνων ὁπόθεν κατέρχεται, ἀλλʼ ἦν ἂν φανερὸς αὐτόθεν αὐξανόμενος. οὐ τοίνυν ἐστὶν οὐδʼ ἔχουσι λέγειν Αἰθίοπες, οὐδὲν ἔχοντες λέγειν ὡς ὕει παρʼ αὐτοῖς. ἄμφω γοῦν ἤκουσα παρʼ αὐτῶν. πῶς οὖν ἐξ ὑετῶν αἴρεται; ἔτι τοίνυν

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme