Thesauros Literature Oratory Περὶ τοῦ παραφθέγματος

Περὶ τοῦ παραφθέγματος

Περὶ τοῦ παραφθέγματος Aristides, Aelius
365 δεινοί τινες εἰσὶ νουθετεῖν ἑτέρους ἀφέντες ἑαυτούς. καὶ εἰ μέν γε ἐκ τοῦ εὐθέος προσιόντες ἐποίουν αὐτὸ, κέρδος ἦν ἄν. ἢ γὰρ ἐπείσθη τις ἂν, ἢ πείσας ἀπήλλακτο. νῦν δʼ ἑτέρους διακόνους ὑποβαλλόμενοι τῆς συμβουλῆς ὡς ἀληθῶς σκιαμαχεῖν ἀναγκάζουσι. καὶ τὰ προοίμια δὲ δεινῶς ἐκ κύκλου αὐτῶν ὡς μὲν ἔχω πρὸς αὐτὸν εὐνοίας, ὅτι μὲν εἷς εἰμι τῶν φιλούντων τὰ τοιαῦτα. ταῦτα δʼ ἐστὶ πλεῖν ἢ ναυτιᾶν. καὶ τοίνυν καὶ πρώην τις τὸ αὐτὸ πρόβλημα ποιησάμενος ἀπαγγέλλειν ἑνὶ τῶν ἐμῶν ἐκέλευε πρός με ὡς ἄρα οὐκ ὀρθῶς παραφθεγξαίμην μεταξὺ τοῦ ἐγκωμίου καὶ τῶν λόγων τῶν εἰς τὴν θεόν· οὐ γὰρ εἰκὸς ἄρα εἶναι περὶ αὑτοῦ καὶ τῶν αὑτοῦ τι λέγειν τινὰ, ἄλλως τε καὶ ἐν τοῖς ἀκριβῶς εἰδόσι, πάντως δὲ εἰδέναι πάντας περὶ τῶν λόγων τῶν ἡμετέρων ὅσον τε ὑπερέχουσι, τουτὶ γὰρ προσετίθει, καὶ ὅτι εἴ τι ἄλλο ἄλλῳ, καὶ τοῦτο ἡμῖν ἀπείργασται· πολλὰ τοιαῦτα ἐχαρίζετο, τοῦ παραδέξασθαι τὴν αἰτίαν ἡμᾶς. φέρε δὴ καὶ πρὸς τοῦτον ἀποκρινώμεθα, ἐπειδή γε καὶ ὁ χθιζὸς ἡμῖν ἑστιάτωρ ἔχει τὴν ἀξίαν. πόθεν οὖν ἂν αὐτὸν ἐπιχειρήσαιμεν ἀρξάμενοι μεταπαιδεύειν, ἄνδρα οὕτω σεμνὸν καὶ πόρρω σοφίας ἐλαύνοντα ὥστε καὶ ἑτέρους ἐπιχειρεῖν νουθετεῖν οὑτωσὶ ῥᾳδίως; ἐγὼ μὲν ὑπὸ σπουδῆς μοι δοκῶ τὸ τελευταῖον πρῶτον ποιήσειν, παρέξομαι γὰρ αὐτὸν καθʼ αὑτοῦ μάρτυρα, ὅτι συκοφαντεῖ. καὶ δὴ παρέστω μὲν ἁνὴρ, εἴτʼ οὖν πάρεστιν εἴτε μὴ, οὐ γὰρ οἶδά γε αὐτὸν ὅστις ὢν τυγχάνει, οὔκουν ἔγωγε οὐδʼ αὐτὸν ὅλως, ἀποκρινέσθω δὲ ὡς παρών. τὸ δὲ ἐρώτημα τοιοῦτον, ὦ ἄριστε ἀνδρῶν, ὅτι μὲν
366 συγχωρεῖς ποιεῖν λόγους, εὖ ποιεῖς· τοσοῦτον δʼ ἡμῖν εἰπὲ, πότερον συγχωρεῖς μὲν ποιεῖν αὐτοὺς, γιγνώσκειν δʼ οὐκ ἐπιτρέπεις περὶ αὐτῶν τούτων ἅ τις ποιεῖ· καὶ τί γένοιτʼ ἂν χάριεν τοῦ ποιοῦντος μὲν, οὐ γιγνώσκοντος δὲ ὃ ποιεῖ; ἆρʼ οὖν γιγνώσκειν μέν ἐστι περὶ τῶν πραγμάτων, φρονεῖν δὲ ὑπὲρ ὧν γιγνώσκει τις οὐκ ἔστιν; ἀλλὰ μὴν τοῦτό γε αἴνιγμα καὶ πέρα γε ἴσως αἰνίγματος ἂν εἴη. οὐκοῦν περὶ ὧν φρονεῖν, περὶ τούτων καὶ λέγειν φασὶ δεῖν οἱ σοφοὶ, εἰ μή τι σὺ κἀνταῦθα ἕτερον λέγεις.
1 / 37 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme