2
ἐγὼ δὲ, ὦ ἄνδρες Ἀθηναῖοι, οὐχ οὕτω δεινὸν εἶναι τοῦτον ἠξίουν ὡς τοῦ βούλεσθαί τισιν ἕνεκα καταθέσθαι χάριν τῇ πόλει λυμαίνεσθαι, μηδὲ τῶν πρὸς ταύτην δικαίων μείζω τὰ τούτων ποιεῖσθαι, μηδὲ βοηθεῖν τούτοις οἰόμενον δεῖν ἔπειτʼ αὐτῇ πολεμεῖν, ἀλλʼ ὃ μέλλει κοινῇ συνοίσειν, τοῦθʼ ὡς ἔθος αὐτῷ καὶ διανοεῖσθαι καὶ πράττειν ἀεί. ὅπου γὰρ καὶ τῶν ὡς ἀληθῶς ἡμῖν συμφερόντων ἔσθʼ ὅτε, μᾶλλον δʼ ἐν τῷ καθάπαξ, διʼ αὐτὴν ταύτην ὑπερορῶμεν, πῶς οὐκ ἀλογία σαφὴς ἑτέρῳ τῳ κατʼ αὐτῆς χαρίζεσθαι; ὁ δὲ τοσοῦτον ἐδέησε τοῦ ταῦτʼ ἤδη πράττειν αἱρεῖσθαι, ὥσθʼ ὅσον πρόσθεν χρηστὸς ἦν καὶ δημοτικὸς καὶ τῆς πολιτείας ἀκριβὴς σπουδαστὴς, τοσοῦτον νῦν ἐξέστη τῆς ὑποθέσεως, καὶ τοὐναντίον ἢ πρόσθεν τοῖς πράγμασι χρῆται· οὐχ ἃ τῇ πόλει συμφέρει, ἀλλʼ ἃ τῷ Χαβρίου παιδὶ, ἢ εἰ βούλεσθε, οἷ αὐτῷ—τὴν γὰρ δὴ τούτου μητέρα μετὰ τὴν ἐκείνου τελευτὴν αὐτὸς γεγαμήκει— ταῦθʼ ἡμᾶς πείθειν ἐθέλων, μονονουχὶ ταῦτʼ ἐν τούτοις
3
βοῶν, ὡς οὐδένα ποιοῦμαι τῆς πόλεως λόγον, ἀλλὰ λῆρος πάντʼ ἐμοὶ πρὸς τὸ γένος. ἀμέλει καὶ ὃν ἐξ ἀρχῆς ἔδει κεῖσθαι τῇ πόλει νόμον, μηδένα τῶν πολιτῶν ἀτελῆ μήτʼ εἶναι μήτʼ ἂν γενέσθαι, τοῦτον ἤδη καλῶς ὑπὸ Λεπτίνου τεθέντα, ὡς καὶ πάντων τῶν εὖ φρονούντων, ὡς εἰκὸς, αὐτὸν ἐπαινούντων, καὶ πάνυ τοι συνηδομένων αὐτῷ τε καὶ τῷ νόμῳ, τῷ μὲν τῆς κοινῆς ὠφελείας, τῷ δὲ τοῦ πρόνοιαν ταυτησὶ πεποιῆσθαι, μόνος οὗτος, ἢν εὖ πάθωμεν ὡς ἔοικε δυσχεραίνων, ἀντὶ τοῦ συγκροτεῖν αὐτὸν καὶ θαυμάζειν καὶ ὅπως εἰς ἀεὶ κύριος ἔσται παρασκευάζειν. ὁ δὲ καὶ ὅπως ἄκυρος ἔσται πάντα ποιεῖ· οὐ τὸ ξυμφέρον, ὡς ἂν εἴποι τις, ἀγνοῶν· τίς γὰρ τούτου τὰ τοιαῦτα δεινότερος; ἀλλʼ ὅπως εἰς τὴν πατρῴαν ἀτέλειαν καὶ αὖθις ἐγκαταστήσῃ Κτήσιππον, οὐκ εἰδὼς ὡς ἐν μὲν τῷ τὴν πόλιν εὖ πράττειν καὶ αὐτὸν εὖ πράττειν ἀνάγκη, ἐν δὲ τῷ τὸν μὲν νῦν εὖ ἔχειν ἐθέλειν, τὴν δὲ μὴ, καὶ αὐτὸν ὅσον οὐκ ἤδη τῶν αὐτῶν πεπειρᾶσθαι.