Thesauros Literature Oratory Πρὸς Δημοσθένη περὶ ἀτελείας

Πρὸς Δημοσθένη περὶ ἀτελείας

Πρὸς Δημοσθένη περὶ ἀτελείας Aristides, Aelius
27 εἰ δὲ τοῦτο λέγεις, ὡς ἐν τῷ δωρεὰς εἰρηκέναι συμπεριειλήφει καὶ ταύτην· δῶρον γὰρ δή που καὶ τοῦτο· ἐκεῖνο πάντως ἐροῦμεν, ὡς οὐχ ὃ τοὺς μὲν εἰληφότας ἰδίᾳ σεμνύνει, τῷ δὲ παρασχόντι κοινῇ λυμαίνεται δήμῳ, τοῦθʼ ὡς ἀληθῶς δωρεὰ, ἀλλʼ ὃ καὶ τούτοις κἀκείνοις πρὸς κέρδους ἐστίν· ὡς ἐκεῖνό γε δωρεὰ μὲν τοῖς λαβοῦσι, πρὸς δὲ τὴν πόλιν ζημία. ταύτην δῆτα καὶ πάντες οἱ νόμοι φασὶ δωρεὰν, καὶ ὅπως μηδεὶς ἐκπεσεῖται ταύτης ἐφρόντισαν, ἅτε κοινοὶ παιδευταὶ καὶ κηδεμόνες τῶν ἡμῖν προσηκόντων· ἀτέλεια δὲ εἰ μὲν τῇ πόλει ξυμφέρει, δωρεὰ προσειρήσθω καὶ τῶν ἐχόντων ἀναφαίρετος ἔστω· εἰ δὲ λυμαίνεται καὶ διαφθείρει καὶ πάντα ποιεῖ, τί παραλογισμοῖς τισι κεχρημένος ὥσπερ παρέγγραπτόν τινα καὶ ὑποβολιμαίαν φιλονεικεῖς ταύτην εἰσποιῆσαι τοῖς νόμοις; ὁρᾷς ὅπως διὰ σαυτοῦ τὸ ξίφος ἐπὶ τοὺς ἄλλους ὠθεῖς καὶ παίειν ἑτέρους δοκῶν αὐτὸς ὑφίστασαι τὰς πληγὰς, ὑπὸ τοῦ θρασυτάτου τῆς γνώμης καὶ τοῦ φιλονεικεῖν ἔχειν ἀσχέτως μὴ ὅ τι τοῖς σοῖς λόγοις παρὰ τῶν ἄλλων ἀπαντήσεται ξυνιείς; ὁποῖον δὴ κἀκεῖνο, καὶ ταῦτά φασι γυμνασίου. οὐ γὰρ ἀνέχεται Δημοσθένης, ὡς ἔοικεν, ὦ ἄνδρες Ἀθηναῖοι, ἑνί γέ τῳ καὶ δυοῖν δόξαι κακὸς, ἀλλʼ ἐκ περιουσίας τοῦτο ὢν ἐληλέγχθαι. πρὸς γὰρ αὖ τοῖς ἄλλοις οἷς κατὰ Λεπτίνου χρησάμενος ἔγνω πᾶσαν μὲν αἰτίαν ἐπενεγκὼν, ἐκ δʼ ἄρα πασῶν ταῖς ἀληθείαις ἀποκρουσθεὶς, ὁ δὲ καὶ παρανόμων ἀξιοῖ τοῦτον γεγράφθαι, ἐφʼ ᾧ καὶ αὐτὸς νῦν μᾶλλον ἢ πρόσθεν τἀληθοῦς καταψευδόμενος ἔσται. τί γάρ φησι; χρὴ τοίνυν Λεπτίνην

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme