1
πάντα μᾶλλον, ὦ ἄνδρες Ἀθηναῖοι, ἔγωγʼ ἂν ᾤμην ἢ Δημοσθένη ποτὲ τουτονὶ πρὸς τοσοῦτον ἀπονοίας καὶ τοῦ μὴ καλῶς ἔχοντος ἥκειν ὡς καὶ ἀτελείας ἕνεχʼ ἡμῖν συμβεβουλευκέναι προῆχθαι, καὶ τοῦτο πολλοῦ τινος εἶναι φάναι, καὶ φέρειν εἰς δόξαν τοῖς δοῦσιν οὐχ ἧττον ἢ τοῖς λαβοῦσιν· οἷς καὶ εἴ τις ἄλλος ἐγχειρεῖν ἠξίου, τοῦτον αὐτὸν πρῶτον ἔδει παντὶ σθένει διακωλύειν πειρᾶσθαι, οὐ μόνον ὅτι τῶν ἀλυσιτελῶν τοῦτʼ ἐστὶ καθάπαξ τῇ πόλει, ὡς προϊόντος ἐπιδείξω τοῦ λόγου· —ὁ δὲ πᾶν τοὐναντίον αὐτῇ καὶ βούλεται καὶ συνεύχεται, καὶ οὕτω τὸν ἀεὶ
2
πολιτεύεται χρόνον ὡς καὶ πεπεῖσθαι λέγειν περὶ αὑτοῦ μὴ ἂν ἕνα μηδένα τῶν πάντων τὰ τοιαῦτα δόξαι βελτίω, καὶ οὐ λέγειν μόνον, ἀλλὰ καὶ τοῖς ἔργοις δεικνύναι· —ἀλλʼ ὅτι καὶ μεγίστη τις ἐντεῦθεν γένοιτʼ ἂν τοῖς πράγμασι βλάβη, εἰ τοῦθʼ ἑξῆς διὰ πάντων χωρήσει. νῦν δὲ οἷς τὰ τοιαῦτα συνηγορεῖ, καὶ οἷς πλείω τούτων ἢ πάντων ὧν πώποτʼ εἶπεν ἢ συνεβούλευσε λόγον ποιεῖται, δυοῖν θάτερον λογίζεσθαι δίδωσιν, ἢ ʼκεῖνα μὴ καλῶς εἰρηκέναι ἢ ταῦτʼ οὐκ ὀρθῶς ἐψηφίσθαι· μᾶλλον δὲ εἰ μὲν ὀρθῶς ταῦτʼ ἔχει, κόμπος ἐκεῖνα καὶ οὐδὲν ὑγιὲς, εἰ δʼ ἐκ τῶν ἔργων ἐκείνοις ἡ πίστις, καὶ οὐδʼ ἂν εἷς ἐξ ὧν, ὦ Δημόσθενες, ἔπραξας φήσαι μὴ οὐ ταῦτα προσηκόντως εἰρῆσθαι, εὔδηλον πάντως ὡς ἔξω λόγου τὰ τοιαῦτʼ ἐσπουδάκεις, καὶ πρὶν ὑφʼ ὁτουοῦν ἐληλέγχθαι, κατʼ αὐτὸς σαυτοῦ ταυτηνὶ φέρεις τὴν ψῆφον.