Thesauros Literature Oratory Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας

Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας

Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας Aristides, Aelius
76 ἔφην, εἰ μὲν τὰ τῆς ἀτελείας ἡμῖν εἰς βλάβος ἀπήντα, λόγον ἂν εἶχεν ὑπὸ τῶν τὰ ἡμέτερα πάντα τρόπον εὖ ποιεῖν βουλομένων θεῶν καὶ ταύτην αὐτίκα πεπαῦσθαι· οἷς δʼ οὐ χθὲς καὶ πρώην, ἀλλʼ ἄνωθεν καὶ ἐξ ἀρχῆς οὖσαν τῇ πόλει οὐδενὸς ἠξίωσαν λόγου πρὸς τὸ ταύτην ἐκτρῖψαι, πᾶσαν δὲ μᾶλλον ποιοῦνται σπουδὴν, ταύτην ὅσαι ὧραι συνιστάναι τε καὶ συναύξειν, διʼ ὧν ἑκάστοτε πλείστους ἐπὶ τῷ ταύτης τυχεῖν εὖ ποιεῖν τὴν πόλιν προτρέπονται, ἄτοπον ἂν εἴη καὶ τοῖς θεοῖς ἀτεχνῶς πολεμοῦν ἁκεῖνοι καλῶς ἔχειν ἔγνωσαν, ταῦθʼ ἡμᾶς διαβάλλειν, ὥσπερ ἢ τῶν θεῶν ἀμείνους ἀξιοῦντας εἶναι πρὸς τὸ τὰ δέοντα ξυνορᾶν, ἢ ὡς τὰ χείρω τιμῶσιν ἐκεῖνοι δεικνύντας.
76 τοσαύτης οὖν καὶ τηλικαύτης, ὦ ἄνδρες Ἀθηναῖοι, δόξης ἡμῖν ὑπαρχούσης, καὶ ταύτης οὐ μόνον, θεῶν βουλομένων, παραπλησίας εἰς ἅπαν, ἀλλὰ καὶ περιφανεστέρας πολλῷ καὶ μείζονος ἔθʼ ἡμῖν ἐσομένης, τοῦ εἰκότος ἀεὶ νικῶντος, ἔπειθʼ ἡμεῖς οὐ προτιμήσομεν
78 ταύτης, ἀλλὰ τὰς Λεπτίνου λειτουργίας ἀσφαλεστέρας νομιοῦμεν καὶ καλλίους κεχρῆσθαι, ἃς διὰ τὸ μηδὲν εἶναι πρὸς λόγον λυσιτελοῦντος τῇ πόλει οὐδʼ εἱστισοῦν τὸ παράπαν ἄχρι τοῦ νῦν ἠξίωκε λόγου. καὶ πῶς οὐ τοὺς ἄνωθεν ἡμῖν συναγωνιστὰς τῶν τοιούτων παροξυνοῦμεν θεοὺς, εἴπερ οἱ μὲν ὅπως ἑκάστοθʼ ἡμῖν ἐπὶ μεῖζον τὰ τῆς δόξης χωροίη πάντα ποιοῦσιν, ἡμεῖς δὲ οὐ μόνον ὅπως τὴν ἐξ ἀρχῆς προσοῦσαν ἡμῖν αὐξήσαιμεν, ἀλλὰ καὶ ὅπως ἐξαλείψαιμεν ταύτην ἀξιώσομεν, καὶ μῖσος ἡμῖν αὐτοῖς ὅτι μάλιστα προστριψαίμεθα, τῆς πρόσθεν εὐνοίας ἀντίπαλον; πρὸς γὰρ τὰ τελευταῖα ταυτὶ τὰς ψήφους οἴσουσιν ἅπαντες, καὶ δόξομεν, ὦ ἄνδρες Ἀθηναῖοι, ἐπὶ κενοῖς τισιν ἡμεῖς φιλοτιμεῖσθαι τοῖς πρόσθεν καὶ μύθοις μᾶλλον ἢ πράγμασιν, οἱ καινότητι καὶ τῷ μεγέθει τῶν ἔργων, οὐ μόνοις παρεικότες ἀπιστεῖσθαι τοῖς μύθοις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme