Thesauros Literature Oratory Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας

Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας

Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας Aristides, Aelius
90 ἄνευ δὲ τούτων εἰ, ὅταν τις διʼ ὧν ἑτέρῳ λυμαίνεται ἑαυτῷ παρασκευάζῃ τὰ βέλτιστα, αἰτίας οὐκ ἀπήλλακται δή που διὰ τὸ πεπονηρεῦσθαι, οὐδὲ ταύτῃ μᾶλλον ἐπαινετέος ἢ κατʼ ἐκεῖνο μεμπτέος· ἦ πού γε ὅταν τις καὶ ἑαυτὸν καὶ ἕτερον καταβλάπτῃ, μᾶλλον δʼ ἐν τῷ δοκεῖν βλάπτειν κἀκεῖνον, τοῖς ἑαυτῷ λυσιτελοῦσιν ἐπιεικῶς πολεμῇ, τίς οὐκ ἂν τῷ τοιούτῳ διʼ ἄμφω ταυτὶ
92 νεμεσῴη δικαίως; ἡμεῖς τοίνυν εἰ μὲν τῆς πρὸς ἄλλους βλάβης χωρὶς ἡμῖν αὐτοῖς τὰ λυσιτελῆ κατὰ τὸν σὸν ἐπορισάμεθα λόγον, Λεπτίνη, ζηλωτοί τινες ἂν εἴημεν· νῦν δὲ εἰ ἃς δεδώκαμεν δωρεὰς τοὺς ἔχοντας τούτων ἀποστερήσομεν, ἀποστερήσομεν καὶ ἡμᾶς αὐτοὺς τοῦ τε πιστεύεσθαι τὸ λοιπὸν τοῦ τε προσδοκᾶν ἔτι παρʼ ὡντινωνοῦν τὰ βελτίω. καὶ γὰρ οὕτως ἔχει· ἐὰν μὲν ἃ τοῖς εὐεργέταις ἀπέδομεν, ταῦτʼ αὐτοῖς ἐάσωμεν ἔχειν, οὐ μόνον τὰ δίκαια ποιοῦντες ἐσόμεθʼ αὐτοῖς, ἀλλὰ καὶ τοὺς ἄλλους πρὸς τούτοις ἐπὶ τὰ ἴσα προτρέψομεν. ἐὰν δὲ, ὃ μὴ γένοιτο, ταῦτʼ ἀφελώμεθα, οὐ μᾶλλον σφᾶς ἀδικήσομεν ἢ ἡμᾶς αὐτοὺς, τῶν συμφερόντων ἀποστεροῦντες καὶ ὧν ἥκιστʼ ἐχρῆν· καὶ προσέτι δόξομεν ἢ τηνικαῦτα μὴ καλῶς βεβουλεῦσθαι ἃ μετʼ ὀλίγον ἐμέλλομεν ἀφαιρεῖσθαι, ταῦτʼ αὐτοῖς παρασχόντες, ἢ εἰ καλῶς βεβουλεύμεθα τότε, νῦν οὐ καλῶς ἀφαιρεῖσθαι. ἔτι τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ μὲν ὅλως ἀστάτῳ δή τινι γνώμη πρὸς πάντʼ ἐγνώκειτε χρῆσθαι καὶ κατὰ τὰς Εὐρίπου στροφὰς ἑκασταχόσε τῶν
94 πραγμάτων χωρεῖν, οὐδὲν ἀπεικὸς οὐ μόνον τὴν ὑπὲρ ἀτελείας χειροτονίαν ἀνελεῖν ἐθελῆσαι, ἀλλὰ καὶ πάντων ὡς εἰπεῖν τῶν καὶ ἡμῖν καὶ τοῖς ἡμετέροις προγόνοις καλῶς ἐγνωσμένων ἐπίπροσθεν θέσθαι τοὺς τοῦ δεῖνος ἢ τοῦ δεῖνος φληνάφους. εἰ δὲ τὰ τοιαῦτα νοσεῖν καὶ πρὸς ὑμᾶς αὐτοὺς στασιάζειν ταῖς γνώμαις οὐδʼ ἂν ὄναρ ἐνέγκοιτε, οὐκοῦν ἕως γʼ ἂν εἰς Ἀθηναίους τελῆτε καὶ τὸ μέγα καὶ θαυμαστὸν τουτὶ φρόνημα σώζητε, οὐδʼ ἀτελείας πέρι οὐδὲν καινὸν οὐδʼ ὁπωστιοῦν ποτε ψηφιεῖσθε, κἂν μυριάκις διαρραγῶσί τινες, ἄνω καὶ κάτω λειτουργιῶν μεμνημένοι, ἀλλὰ τοῖς ὡς ἄριστα καὶ λυσιτελῶς δεδογμένοις ἐμμενεῖτε καθάπαξ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme