Thesauros Literature Oratory Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας

Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας

Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας Aristides, Aelius
124 χωρὶς δὲ τούτων σκέψασθε, ὦ ἄνδρες Ἀθηναῖοι, αὐτοῦ τε τούτου καὶ τῶν ἐξ ἀρχῆς ὑπαρχόντων νόμων τὸ διάφορον, ἵνʼ εἰδῆτε σαφῶς ὅτι τοσοῦτον οὗτος δεῖ τουτοισὶ παραβάλλεσθαι καὶ φέρειν εἰς ἴσα, ὡς μηδὲ δίκαιος ὢν ὅλως νόμος κεκλῆσθαι. εἰ γὰρ οἱ μὲν τοσοῦτον τῶν εὐεργετῶν λόγον ποιοῦνται ὡς μὴ μόνον τῶν ἴσων αὐτοὺς ἀξιοῦν, ἀλλʼ ὡς ὑπάρξαντας ἀγαθοῦ καὶ πλέον ἢ προσῆκε τιμᾶν, ὁ δὲ πᾶν τοὐναντίον καὶ ὧν εἰλήφεσαν ἐκπεσεῖν συμβουλεύει, ἀνάγκη πᾶσα τῷ μὲν ὡς δυσχερῆ καὶ ἀσύμφορα καὶ πρὸς τοσοῦτον ἀτοπίας ἰόντα ὡς μηδʼ εἰς ἀκοὴν πώποτʼ ἀφῖχθαι νομοθετοῦντι μηδὲ προσέχειν ὅλως τὸν νοῦν, ἀλλʼ αὐτοῖς
126 οἷς φάσκει χαίρειν τοῦτον ἐᾶν· τοὺς δʼ οἷς πάντας τοὺς ἐκ τοῦ παντὸς αἰῶνος ἀνθρώπους καὶ προσέτι τὴν φύσιν αὐτὴν συμψήφους ὧν λέγουσιν ἴσχουσι, μὴ μόνον στέργειν τε καὶ θαυμάζειν, ἀλλὰ καὶ συνήδεσθαι σφίσιν, οὕτως ἄριστα πάντων ἔχουσι. πρὸς δὲ κἀκείνως νόμον ἐξούλης λάχοι τις ἂν εἰκότος αὐτῷ. οἱ μὲν γὰρ εἰ καὶ διάφορα καὶ περὶ ὧν ἂν εἴποι τις φθέγγονται, ἀλλʼ ἐπεὶ πρὸς ἓν μόνον πάντες ὁρῶσι τὸ τῶν πόλεων κέρδος, διὰ τοῦτο καὶ τῆς αὐτῆς προσηγορίας μέτεστι πᾶσι, καὶ τοῦτο κοινὸν κατὰ πάντων κεκράτηκεν ὄνομα νόμοι. ὁ δὲ
128 μηδενὶ τούτων τὰ τοιαῦτα ξυμβαίνων πῶς ἂν ἔχοι λόγον κἀν τῷ καταλόγῳ τούτων τετάχθαι; μᾶλλον δὲ τοῦτʼ ἂν εἴη γε σῶζον λόγον, εἰ ὃν τρόπον τοὺς μὲν ὡς ὑπὲρ ἡμῶν ὄντας τιμῶμεν καὶ σωτῆρας καὶ καθηγεμόνας τοῦ βίου μετὰ τοὺς θεοὺς ἄγομεν, τὸν αὐτὸν τρόπον καὶ τοῦτον ὡς καθʼ ἡμῶν ὄντα παντάπασι παύσομεν. εἰ γὰρ ἐπανόρθωμα κακῶν ἅπαντες εὖ ἔχοντες νόμοι, ὁ μηδέν τι τοιοῦτον ἰώμενος τὸ παράπαν, ἀλλὰ καὶ στασιάζειν πρὸς τοὺς εὐεργέτας παρασκευάζων τὴν πόλιν, ταυτὸν δὲ εἰπεῖν καὶ αὐτὴν πρὸς αὑτὴν, πῶς οὐκ ἐν Ἐρινύος ἡμῖν ἔσται μοίρᾳ, παραμένων τῷ βίῳ; ἔπειτα καὶ πάνδεινόν ἐστιν, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ τυράννου καὶ νόμων παντάπασιν ἐναντίων ὄντων, καὶ τῶν μὲν τὰ δίκαια πρὸς τοὺς εὐεργέτας ἐκ παντὸς τρόπου ποιεῖν προτρεπόντων, τοῦ δὲ καὶ ἃς εἰλήφεσαν δωρεὰς μετὰ καὶ τῶν ὄντων αὐτῶν προσαποστεροῦντος·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme