Thesauros Literature Oratory Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας

Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας

Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας Aristides, Aelius
138 ὅσῳ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ τοῖς καλλίστοις ἐπιχειρεῖν ἐν τῷ βελτίονι κεῖται ἢ τὸ μηδὲν χρηστὸν πράττειν αἱρεῖσθαι, τοσούτῳ δεῖ μᾶλλον ἡμᾶς τὴν πρὸς αὐτοὺς πίστιν διὰ τέλους φυλάττειν ἢ κεκινηκέναι ταύτην βεβουλῆσθαι, ἀλλὰ μὴν εἴ γε οὕτω προεισενεγκόντες ἡμῖν οὕτως ἀτιμασθήσονται, καὶ οὐδὲν αὐτοῖς τὸ παράπαν ἀρκέσει τὸ γοῦν χαρίτων ὑπῆρχθαι, τί ποτʼ
140 ἂν ἔμελλον πείσεσθαι μηδὲν ὅλως προεισενεγκόντες; οὓς ἐχρῆν, εἰ μὴ διὰ τοῦτο, ἀλλὰ διὰ τὴν ἡμετέραν πρὸς ἅπαντας μεγαλοψυχίαν καὶ τὸ πεφυκὸς χαρίζεσθαι, μὴ ταῦτα μόνον εἰς τέλος, ἀλλὰ καὶ πλείω πρὸς τούτοις ἔχειν; τούτων δʼ ὁμοῦ συνιόντων, Ἡράκλεις, εἰς μηδὲν ἐξ αὐτῶν τούτοις ὄνησις ἔσται, ὧν θάτερον ἤρκεσεν ἄν; ἄνευ δὲ τούτων εἰ, ὅτε παρʼ ὑμῶν ἠξιοῦντο τῆς ἀτελείας, ἔφασαν δεδιέναι μὴ μετʼ ὀλίγον αὐτοὺς ταύτην ἀφέλησθε, οὐ μόνον μανίας ἂν εἵλετʼ αὐτοὺς, οὕτως ἔχοντας γνώμης, ἀλλὰ καὶ ὡς τῆς προαιρέσεως ὑμῶν καταψευδομένοις ἐπετιμᾶτε. εἶθʼ ἃ τουτοισὶ δεδιόσιν ἐνεκαλεῖτʼ ἂν, ταῦθʼ ὑμεῖς ἑκόντες ἕλοισθʼ ἂν πεπονθέναι; καίτοι οἱ μὲν τοιαυτὶ προϊσχόμενοι τότε οὐ παντελῶς ἀσύγγνωστʼ ἂν λέγειν ἐδόκουν, ἡμῖν δʼ οὕτω διατεθεῖσιν οὐδʼ ἡτισοῦν παρʼ οὐδενὸς παραίτησις ἔσται, ἀλλὰ καὶ ἀπιστήσουσιν ἅπαντες, εὖ οἶδα, ὁμοῦ μὲν τὴν ἡμετέραν μεγαλοψυχίαν, καὶ πρὸς τοὺς πονηροτάτους
142 εἰδότες, ὁμοῦ δὲ καὶ τῶν ἀμηχάνων νομίζοντες εἶναι τοὺς τῶν δεόντων πᾶσιν ἁπλῶς καθεστηκότας συμβούλους ἡμᾶς ἔπειτα καθʼ ἡμῶν αὐτῶν συμβούλῳ τῷ Λεπτίνῃ κεχρῆσθαι, ὡς ταῦτʼ ἔχειν ψηφίζεσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme