Thesauros Literature Oratory Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας

Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας

Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας Aristides, Aelius
150 εἰ τοίνυν ἡμῖν μὲν χρηστῆς οὕτω μέτεστι γνώμης καὶ πρὸς τοσοῦτον ἥκομεν τοῦ πρὸς πάντας ἁπλῶς εὖ διακεῖσθαι, ὡς καὶ τοὺς ἐχθροὺς εὔνους ἐθέλειν ποιεῖν καὶ μεταβάλλειν ἐφʼ ἃ δεῖ, ὁ δʼ ἡμᾶς διʼ ὧν συμβουλεύει πᾶσι καθάπαξ συγκρούει, καὶ πρὸς ἃ μὴ πεφύκαμεν ἐκβιάζεται, οὐ μόνον ἐστὶ τῆς πολιτείας ἐχθρὸς, ὡς μηδʼ ὁπωστιοῦν αὐτῷ χρῆναι προσέχειν, ἀλλὰ καὶ ἧς ἴσχομεν φύσεως πάντʼ ἄνω καὶ κάτω στροβίλου δίκην ποιῶν, καὶ τοὺς ἐπιεικεστάτους τὰς φύσεις καὶ νόμοις καὶ ἔθεσιν ἐντραφέντας χρηστοῖς τῶν ἀνομωτάτων καὶ ὠμοτάτων ἔλαττον ἔχειν, ὦ θεοὶ, παρασκευάζων βαρβάρων, εἴπερ
152 ἐκεῖνοι μὲν εὐεργέτας τιμῶσιν, ἡμεῖς δʼ αὐτοὺς ἀτιμάζομεν. καὶ οἱ μὲν ὠμότητι γνώμης παρὰ τὴν κοινὴν ἀνθρώπων φύσιν καὶ κατʼ αὐτῶν τῶν οἰκειοτάτων ὁσημέραι χωροῦντες ἐνταῦθα μόνον ταυτηνὶ δή που τηροῦσιν, οὗ φύσει πᾶσιν ἀνθρώποις μέτεστι, λέγω δὴ τοῦ πρὸς τοὺς εὐεργέτας δικαίου· Ἀθηναῖοι δὲ, οἱ μὴ μόνον χρηστότητι φύσεως πάντων ὡς εἰπεῖν ἀνθρώπων διενεγκόντες, ἀλλὰ καὶ πέρα τῆς ἀνθρωπείας φύσεως οὐκ ὀλιγάκις ἀναφανέντες ταῖς ἀρεταῖς, κινδυνεύουσι νῦν ὑπὸ Λεπτίνου καὶ τοῦ κατὰ φύσιν ἐκστῆναι. πάλιν τοίνυν οἱ μὲν τριάκοντα τὰ τείχη τῆς πόλεως καθελόντες οὐ συγκαθεῖλον τὸ φρόνημʼ αὐτῆς, ἀλλʼ, ἑστηκότος πάνυ τοι τούτου, ἀνέστη πάλιν τὰ τείχη πολλῷ περιφανέστερα καὶ καλλίω. Λεπτίνης δὲ νῦν οὐ καθαιρεῖν τείχη πειρᾶται, ἀλλʼ ὃ
154 μεῖζον καθάπαξ ἐστὶ, τὴν τῆς πόλεως μεγαλοψυχίαν καὶ τὸ πιστεύεσθαι. καὶ τότε μὲν Θρασύβουλος ὀλίγους δή τινας παραλαβὼν τὴν τυραννίδα καθεῖλεν, ἡμῶν δὲ πάντων εἷς ὁστισοῦν ἀνὴρ περιέσται; μηδαμῶς, ὦ ἄνδρες Ἀθηναῖοι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme