Thesauros Literature Oratory Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας

Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας

Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας Aristides, Aelius
180 καθάπαξ καθεστάναι τῇ πόλει, ἃ δὲ τούτου χάριν ἐκείνῳ διανενόησθε, ταῦτʼ εἰς παλινῳδίαν τετράφθαι; Κτησίππῳ μὲν οὖν τῷ Χαβρίου· ὅταν δὲ τοῦτον λέγω, πάντας λέγω καθʼ ὧν ὁ νόμος ἔσθʼ οὑτοσί· οὐδὲν ἔσται πλέον ἀτελείας ἐκπεπτωκότι· ὑμεῖς δὲ, ὦ ἄνδρες Ἀθηναῖοι, ταύτῃ περὶ τοὺς εὐεργέτας ὑμῶν διακείμενοι, πλείστων δή τινων ἀνδρῶν καλῶν κἀγαθῶν καὶ δυναμένων εὖ ποιῆσαι τὴν πόλιν ἐν παντὶ τῷ παρασχόντι στερήσεσθε; οὐδεὶς γὰρ οἶμαι τῶν πάντων ἔθʼ ὑπὲρ ὑμῶν διαγωνιεῖται οὐδὲ παρακινδυνεῦσαι βουλήσεται, ὁρῶν τὴν ἀρετὴν παρʼ ὑμῖν ἄμισθον οὖσαν. ἐν τῷδε γὰρ κάμνουσιν αἱ πολλαὶ πόλεις, κατὰ τὴν τραγῳδίαν, ὅταν τις ἐσθλὸς καὶ πρόθυμος ὢν ἀνὴρ μηδὲν φέρηται τῶν κακιόνων πλέον.
180 οὐ μὴν ἀλλʼ εἰ μὲν εὖ πάσχειν μόνον ἐνῆν, εὖ ποιεῖν δὲ οὐ προσῆν, οὐδὲν ἂν ἦν πρᾶγμα. εἰ δʼ οὐκ
182 ἔσθʼ ὅπως ἄν τις εὖ πάθοι παρά του μὴ πρότερον αὐτὸς ἢ τοῦτον εὖ ποιήσας ἢ προσδοκώμενός γε ποιήσειν· οὐδὲ πόλις ἂν εὖ πράξαι ποτὲ μὴ τοὺς εὖ πεποιηκότας τιμῶσα. οὐκοῦν καὶ ὑμεῖς, εἰ μὲν εὖ πάσχειν αἱρεῖσθε, εὖ ποιεῖν καὶ αὐτοὶ τοὺς ἄλλους αἱρεῖσθε, εἰ δὲ διʼ ὧν τὰς δωρεὰς ἀφαιρεῖσθε τοῦτʼ ἀνέλοιτε, μηδʼ ὑμεῖς εὖ πάσχειν αἱρεῖσθε, μηδʼ ὅπερ ἐν τοῖς πρὸς τοὺς ἄλλους τοῦ μηδενὸς ἀξιοῦτε, τοῦτʼ ἐν τοῖς πρὸς ὑμᾶς αὐτοὺς τοῦ παντὸς ἀξιοῦτε. εἰ γὰρ καὶ μάλιστα πάντων εὖ πάσχειν ἡμεῖς δίκαιοι, οὐ μόνον ὅτι μάλιστα πάντων ἐθάδες ἐσμὲν τούτου τοῦ μέρους τὸν ἅπαντα χρόνον, ἀλλʼ ὅτι καὶ πρῶτοι πάντων φιλανθρωπίας καὶ μεγαλοψυχίας τὰ κράτιστα παρὰ τῶν θεῶν ἀπολελαυκότες ἡμεῖς, τῇ τε τῶν καρπῶν
184 δόσει τῷ τʼ ἔρις καὶ κλῆρος τοῖς πρώτοις τῶν θεῶν γεγενῆσθαι· ἀλλʼ ἐπειδὴ τούτου τυχεῖν οὐχ οἷόν τε μὴ παρόντος ἐκείνου, δεῖ δή που καὶ ἀμφοτέρων ἡμῖν, ἵνα μὴ θάτερον ζητοῦντες οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὸ πᾶν ἀπολέσωμεν· ἐπειδὴ τὸ εὖ ποιεῖν τε καὶ πάσχειν, εἰ καὶ ἀλλήλων καθάπαξ διῄρηται, ἀλλὰ καὶ ἀλλήλων ἐξ ἀνάγκης ὃν ἔφην τρόπον ἐξῆπται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme