Thesauros Literature Oratory Περὶ πολιτικοῦ λόγου

Περὶ πολιτικοῦ λόγου

Περὶ πολιτικοῦ λόγου Aristides, Aelius

Book 1

5 καὶ ὅταν πάντα τις διελὼν ἕν τι καταλείπῃ τῷ ἀντιδίκῳ, ὡς ὑπὲρ αὐτοῦ [τοῦ] μηδὲν ἧττον ἢ κατʼ αὐτοῦ, βαρύτης γίνεται, οἷον πλὴν ἔστι νὴ Δία, ἐστὶν ἀδελφός τις αὐτῷ ὁ τὴν καλὴν δίκην αὐτῷ λαχών. καὶ πάλιν ἀνελὼν διʼ ἃ οὐ δεῖ ἐπάγει πλὴν εἰ τοῦτό τις εἴποι, μανέντες· ἄλλο γὰρ οὐκ ἔστιν εἰπεῖν.
6 καὶ ὅταν εἰς κρίσιν ἀνάγῃς τεθνηκότων ἐνδόξων, βαρὺ δοκεῖ τὸ τοιοῦτον εἶναι, οἷον καίτοι πηλίκον ἂν στενάξαιεν οἱ πρόγονοι. καὶ πάλιν καίτοι τίνα ποτὲ οἴεσθε τοὺς προγόνους ὑμῶν ὀργὴν ἢ ψῆφον θέσθαι κατὰ τῶν αἰτίων τούτου τοῦ ὀλέθρου;
7 βαρύτητος δὲ καὶ τὸ ἃ μηδεὶς ἂν εἴποι ὑπολιπεῖν ὡς ῥηθησόμενα, ἐροῦμεν νὴ Δία τοῖς Ἕλλησι, Τιμοκράτους νόμος ἐστὶ παρʼ ἡμῖν· ἀναμείνατε οὖν τὴν ἐνάτην πρυτανείαν· εἶτα τότʼ ἔξιμεν.
8 καὶ τὸ συγχωρεῖν δὲ τὰ παρελθόντα ἄτοπα, ὡς τὸ μέχρι οὖν τοῦδε διωρίσθω ὑμῖν, βαρύτης.
9 βαρύτητος δὲ καὶ τὸ ἀπεύχεσθαι τὰ ἄτοπα, καίτοι μὴ γένοιτο, ὦ ἄνδρες Ἀθηναῖοι, τὰ πράγματα ἐν τούτῳ. τεθνάναι δὲ μυριάκις κρεῖττον ἢ κολακείᾳ τι ποιῆσαι Φιλίππῳ.
1 κατὰ δὲ σχῆμα οὕτω βαρύτης γίνεται, ὅταν τις τῷ τῆς διανοίας σχήματι χρῆται, οἷον ὅμοιός γε, οὐ γάρ; Σόλων νομοθέτης καὶ Τιμοκράτης, ἢ πάλιν καλήν γε οἱ πολλοὶ ἀπειλήφασιν Ὠρειτῶν χάριν, ὅτι τοῖς Φιλίππου φίλοις ἐπέτρεψαν ἑαυτούς, τὸν δὲ Εὐφραῖον ἐμίσουν, καλήν γʼ ὁ δῆμος ὁ Ἐρετριέων, ὅτι τοὺς ὑμετέρους πρέσβεις ἀπήλασαν, Κλειτάρχῳ δὲ ἐνέδωκαν ἑαυτούς, καὶ δὴ δουλεύουσί γε μαστιγούμενοι.
2 βαρύτητος δὲ καὶ τὸ τοῖς σχετλιαστικοῖς χρῆσθαι σχήμασιν, οἷον Χαρίδημον, οἴμοι, καὶ τὸ τοῦ Αἰσχίνου παντελῶς ἐκαρτερεῖτε ὡς σιδήρειοι. καὶ αἱ ἀποσιωπήσεις δὲ τὸ αὐτό σοι δυνήσονται, οἷον τί ἄν σέ τις εἰπὼν ὀρθῶς προσείποι;
3 βαρύτης δὲ γίνεται καὶ ὅταν προαχθῇς εἰπεῖν τι λυπηρὸν κατὰ τῶν ἀκουόντων, ὃ οἴεται βαρέως ἂν αὐτοὺς ἐνεγκεῖν τις, εἶτα ἀνορθώσῃς ὡς μὴ ἔχων αὐτοῦ μετριώτερόν τι εἰπεῖν, ὡς ἔχει καὶ τὸ ἐν ταῖς ἐπιστολαῖς, εἰ δὲ τὸ περιφανὲς ἀξίωμα τῆς βουλῆς ἢ τὸν Ἄρειον πάγον προσβλέπετε, τῆς Ἀριστογείτονος κρίσεως ἀναμνησθέντες ἐγκαλύψασθε· οὐ γὰρ ἔχω πρᾳότερον πρόσφθεγμα τοῖς ἐξημαρτηκόσιν εἰς ἐμὲ αὐτὸν εἰπεῖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme