Thesauros Literature Oratory Περὶ πολιτικοῦ λόγου

Περὶ πολιτικοῦ λόγου

Περὶ πολιτικοῦ λόγου Aristides, Aelius

Book 1

4 βαρύτητα δὲ καὶ τὸ τοιοῦτον ἔχει, ὅταν δοὺς ὡς ὑπάρχον τί σοι, εἶτα ἀνελὼν αὐτὸ ἐπιδιστάσῃς, ὥσπερ ἔχει καὶ τὸ ἐν τοῖς Φιλιππικοῖς, ἀλλʼ ἐκεῖνος μὲν ὑμῶν οἴκοι μενόντων, σχολὴν ἀγόντων, ὑγιαινόντων, δοὺς τοῦτο ὡς ὑπάρχον αὐτοῖς εὐθὺς ἀνεῖλεν ἐπιλαβόμενος, εἰ δὴ τοὺς τὰ τοιαῦτα ποιοῦντας ὑγιαίνειν φήσαιμεν.
5 καὶ αἱ διαπορήσεις δὲ αἱ ἐν τοῖς σχετλιασμοῖς βαρύτητα ἔχουσιν, ὥσπερ ἐν ταῖς ἐπιστολαῖς, ὦ τί ἂν εἰπὼν μήτε ἁμαρτεῖν δοκοίην μήτε ψευσαίμην; λίαν ὀλίγωροι.

περὶ περιβολῆς.

1 περιβολὴ δὲ γίνεται καθολικῶς, κατὰ γνώμην, κατὰ σχῆμα, κατὰ ἀπαγγελίαν. κατὰ μὲν γνώμην οὕτως, ὅταν ἀόριστά τις προσλαμβάνῃ τοῖς ὡρισμένοις, οἷον πολλαχόθεν μὲν οὖν ἄν τις ἴδοι τὴν ἀγνωμοσύνην αὐτοῦ καὶ τὴν βασκανίαν, τοῦτό ἐστι τὸ ἔξωθεν προσλαμβανόμενον ἀόριστον, νῦν τὸ ὡρισμένον οὐχ ἥκιστα δὲ ἀφʼ ὧν περὶ τῆς τύχης διελέχθη. καὶ πάλιν πολλὰ μὲν οὖν ἔγωγε ἐλαττοῦμαι κατὰ τουτονὶ τὸν ἀγῶνα Αἰσχίνου. τοῦτο ἀόριστον, νῦν τὸ ὡρισμένον ἐν ἀθροίσματι προσληφθέν, δύο δέ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ μεγάλα, εἶτα ταῦτα κατʼ εἶδος ἐμέρισεν ἓν μὲν ὅτι οὐ περὶ τῶν ἴσων νῦν ἐμοὶ ὁ ἀγών, ἕτερον δὲ ὃ φύσει πᾶσιν ὑπάρχει, τῶν μὲν λοιδοριῶν καὶ τῶν κατηγοριῶν ἀκούειν ἡδέως, τοῖς ἐπαινοῦσι δʼ ἑαυτοὺς ἄχθεσθαι. ἅπαντα γὰρ ταῦτα περιβολῆς ἐστιν, ἡ πρόσληψις τοῦ ἀορίστου πολλὰ μὲν οὖν ἔγωγε ἐλαττοῦμαι, τὸ ἐν ἀθροίσματι συλλαβεῖν δύο δέ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ μεγάλα, τὸ κατʼ εἶδος μερίσαι ἓν μὲν τὸ μὴ περὶ τῶν ἴσων εἶναι τὸν ἀγῶνα, ἕτερον δὲ τὸ πάντας οὕτως ἔχειν, τῶν μὲν λοιδορούντων ἡδέως ἀκροᾶσθαι, τοῖς ἐπαινοῦσι δὲ ἑαυτοὺς ἄχθεσθαι. καὶ τρίτον παράδειγμα ἐπὶ πολλῶν μὲν ἄν τις ἰδεῖν, ὦ ἄνδρες Ἀθηναῖοι, δοκεῖ μοι τὴν παρὰ τῶν θεῶν εὔνοιαν φανερὰν γιγνομένην τῇ πόλει, εἶτα ἡ ἐπὶ τὸ ὡρισμένον ἀπαγωγὴ οὐχ ἥκιστα δὲ ἐν τοῖς παροῦσι πράγμασι. καὶ πάλιν πολλὰ μὲν οὖν τῶν ὑπʼ ἐκείνου πραχθέντων ἄξια ἐπαίνου, μέγιστον δὲ πάντων ἡ τῶν τειχῶν ἀνάστασις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme