Book 1
2
περιβολὴ δὲ καὶ τοῦτο ὅταν ἐν γένει προτιθῇς τὰ πράγματα, εἶτα κατʼ εἶδος ἐπεξίῃς, ὡς ἐν τῷ πρὸς Λεπτίνην, ὃ μὲν βούλεται εἰσαγαγεῖν, τοῦτό ἐστιν οὐ τοίνυν μὴ Λεύκων ἀδικηθῇ μόνον δεῖ σκοπεῖν, ἀλλὰ καὶ Ἐπικέρδης, ὁ δὲ πρὶν εἰπεῖν τὸ κατʼ εἶδος τὸ ἀλλὰ καὶ Ἐπικέρδης τὸ ἐν γένει προὔλαβεν ἀλλὰ καὶ εἴ τις ἄλλος εὖ μὲν ἐποίησεν ὑμᾶς εὖ πράττων, εἰς δέον δὲ νῦν γέγονεν αὐτῷ τὸ λαβεῖν παρʼ ὑμῶν τὴν ἀτέλειαν, εἶτα νῦν ἦλθεν ἐπὶ τὸ κατʼ εἶδος διαστήσας τίς οὖν οὗτός ἐστιν; Ἐπικέρδης ὁ Κυρηναῖος. καὶ πάλιν τὰς εὐεργεσίας τοῦ Ἐπικέρδους εἰσάγων τὸ ἐν γένει προλαβὼν οὕτως εἰσήγαγε κατʼ εἶδος [τὸ ἐν γένει] ἀλλὰ τῷ παρὰ τοιοῦτον καιρόν, ἐν ᾧ καὶ τῶν εὖ πεπονθότων ἔργον ἦν εὑρεῖν ἐθέλοντά τινα ὧν εὐεργέτητο μεμνῆσθαι. νῦν λέγει ἃ ἐποίησε κατʼ εἶδος οὗτος γὰρ ἀνὴρ τοῖς ἠτυχηκόσιν ἐν Σικελίᾳ τῶν πολιτῶν ἔδωκε μνᾶς ἑκατόν. καὶ πάλιν ἐν γένει οἰκοδομήματα μέν γε καὶ κόσμον ἱερῶν καὶ λιμένων καὶ τῶν ἀκολούθων τούτοις τοσοῦτον καὶ τοιοῦτον κατέλιπον ἡμῖν ὥστε μηδενὶ τῶν ἐπιγιγνομένων ὑπερβολὴν λελεῖφθαι. εἶτα κατʼ εἶδος προπύλαια ταῦτα, ὁ Παρθενών, νεώσοικοι. καὶ πάλιν ἐν τῷ πρὸς Λεπτίνην τοὺς προσέχοντας τῷ νόμῳ βουλόμενος ἐξετάσαι καὶ διαβαλεῖν πρῶτον ἐν γένει αὐτῶν ἐμνήσθη ᾕρηνται δὲ τῷ νόμῳ σύνδικοι, καὶ μάλιστα οἱ δεινοὶ λέγειν ἄνδρες, εἶτα κατʼ εἶδος Λεωδάμας Ἀχαρνεὺς καὶ Κηφισόδοτος ἐκ Κεραμέων, εἶτα πάλιν ἐν γένει συλλαβὼν ἃ δὲ πρὸς τούτους ὑπολαμβάνοιτʼ ἂν δικαίως, ἀκούσατε, εἶτα πάλιν κατʼ εἶδος πρῶτον μὲν πρὸς Λεωδάμαντα. ὅταν μὲν οὖν μὴ ψιλὰ κατʼ εἶδος λέγῃς, ἀλλὰ προλαμβάνῃς τὰ ἐν γένει, περιβολὴν ποιεῖς.