Thesauros Literature Oratory Περὶ πολιτικοῦ λόγου

Περὶ πολιτικοῦ λόγου

Περὶ πολιτικοῦ λόγου Aristides, Aelius

Book 1

5 περιβολὴν δὲ ἔχει καὶ τὸ ἐκ παραθέσεως εἰσάγειν τὰ νοήματα, ὅταν μὴ ἁπλῶς εἴπῃ τόδε ἐγένετο καὶ τόδε, ἀλλʼ ἀντὶ μὲν τοῦ τόδε γενέσθαι τόδε ἐγένετο, ἀντὶ δὲ τοῦ τόδε τόδε, ὡς ὁ Δημοσθένης ἐν τῷ τῆς παραπρεσβείας, ἀντὶ μὲν γὰρ τοῦ Θεσπιὰς καὶ Πλαταιὰς ἰδεῖν οἰκιζομένας Ὀρχομενὸν καὶ Κορώνειαν ἠκούσατε ἐξηνδραποδισμένας. καὶ Ἰσοκράτης δὲ χαίρει τῷ ἐκ παραθέσεως σχήματι περιβολὴν ἐργαζόμενος, ἀντὶ μὲν γὰρ τοῦ φρουρεῖν τὰς ἄλλων ἀκροπόλεις τῆς αὐτῶν ἐπεῖδον τοὺς πολεμίους κυρίους γενομένους, ἀντὶ δὲ τοῦ παῖδας ὁμήρους λαμβάνειν τοὺς ἑαυτῶν φησιν ἐπιδεῖν ἀναξίως τρεφομένους, ἀντὶ δὲ τοῦ γεωργεῖν τὰς χώρας τὰς ἀλλοτρίας πολλῶν ἐτῶν οὐδὲ ἰδεῖν αὐτοῖς ἐξεγένετο τὴν ἑαυτῶν.
6 περιβολὴν δὲ καὶ αἱ συμπληρώσεις ἐργάζονται ἐν τῷ κατὰ Κόνωνος, ὅτι μὲν τοίνυν οὐ μετρίας τινὰς καὶ φαύλας λαβὼν πληγάς, καὶ τὸ ἀντικείμενον τῷ οὐ φαύλας λαβὼν πληγάς, ἀλλὰ ἐπανελθὼν διὰ τὴν ὕβριν καὶ τὴν ἀσέλγειαν τὴν τούτων, ἐπάγει τί παθὼν πεποίηκεν, πολλῷ τῆς προσηκούσης ἐλάττω δίκην εἴληχα, νῦν τὸ συλληπτικὸν εἰς ἐπίτασιν ὁμολογούμενον, πολλαχόθεν νομίζω δῆλον ὑμῖν γεγενῆσθαι. ὡς δὲ ἤδη παρακολουθοῦντί σοι τὰ καθʼ ἕκαστον θεωρήματα τῆς περιβολῆς παρέδειξα, ἐφʼ ὧν γέγονεν ἡ συμπλήρωσις, ἐπεὶ τό γε αὐτὴν θεῖναι τὴν συμπλήρωσιν τοιοῦτον ἦν, ὅτι μὲν τοίνυν οὐ μετρίας καὶ φαύλας τινὰς λαβὼν πληγάς, ἀλλʼ ἐπανελθὼν διὰ τὴν ὕβριν καὶ τὴν ἀσέλγειαν τὴν τούτων πολλῷ τῆς προσηκούσης ἐλάττω δίκην εἴληχα, νομίζω δῆλον ὑμῖν γεγενῆσθαι. εἰσὶ δὲ καὶ ἄλλαι συμπληρώσεις θαυμαστὴν περιβολὴν ἐργαζόμεναι, ἅμα τε τὸ προειρημένον συμπληροῦσαι καὶ ἀπαρτίζουσαι καὶ μετάβασιν ἐπὶ τὸ ἑξῆς εἰσαγόμενον παρέχουσαι, ὡς ἐν τῷ ὑπὲρ τοῦ στεφάνου, ἃ μὲν τοίνυν ἐγὼ παρεσχόμην εἰς τὸ δικαιοῦν τοιαῦτα γράφειν περὶ ἐμοῦ πρὸς πολλοῖς ἄλλοις ταῦτα καὶ παραπλήσια τούτοις ἐστί, μέχρις ἐνταῦθα ἡ συμπλήρωσις, εἶτα ἡ ἐπαγγελία τοῦ ἐφεξῆς, ἃ δὲ πάντες ὑμεῖς ἴστε, ταῦτʼ ἤδη λέξω.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme