Book 1
4
ἀξιοπιστίας δὲ καὶ ὅταν τις τὰς κρίσεις τῶν ταῦτα ἀκουόντων ἐφʼ οἷς ἂν λέγῃ προσλαμβάνῃ, ὡς καὶ παρʼ ἐκείνοις ὁμολογουμένων τῶν πραγμάτων, ὅταν λέγῃ ἐν τῷ κατὰ Ἀριστογείτονος, κεκρίσθαι δὲ τοῦτο τὸ πρᾶγμα πάλαι ἐπὶ τῆς ἑκάστου φύσεως οἴκοθεν. καὶ πάλιν, οἱ μὲν δικάζοντες ὑμεῖς ἥκετε μᾶλλον ἡμῶν τῶν κατηγόρων εἰδότες καὶ ὀφείλοντα τῷ δημοσίῳ τοῦτον, καὶ ἐγγεγραμμένον ἐν ἀκροπόλει, καὶ οὐκ ἐξὸν αὐτῷ λέγειν, ὥστε ἕκαστον ὑμῶν κατηγόρου τάξιν ἔχειν καὶ τὰ δίκαια εἰδέναι, μὴ μαθεῖν δεῖσθαι. καὶ εἰ μὲν ἴστε με τοιοῦτον· οὐ γὰρ ἄλλοθί που βεβίωκα.
5
ἀξιοπιστίας δὲ καὶ τὸ ἰσχυρίζεσθαι τοῖς πράγμασιν, ὅταν λέγῃς, εὖ τοίνυν ἴστε, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι ἐξηπάτησθε, καὶ διʼ ἅ γε εἰκότως τοῦτο πεπόνθατε, ἀκούσατέ μου. καὶ ἐν τῷ τῆς παραπρεσβείας εὐθὺς ἀπισχυρίσατο, τὸ μὲν ἐξελέγχειν πολλὰ καὶ δεινὰ πεποιηκότα τοῦτον καὶ τῆς ἐσχάτης τιμωρίας ὄντα ἄξιον θαρρῶ καὶ πάνυ πιστεύω. καὶ ἐν τῷ κατὰ Στεφάνου, ἐπιδείξω δὲ ὑμῖν τουτονὶ Στέφανον καὶ μεμαρτυρηκότα ψευδῆ καὶ διʼ αἰσχροκέρδειαν τοῦτο πεποιηκότα καὶ κατήγορον αὐτὸν αὑτοῦ γιγνόμενον· τοσαύτη περιφάνεια τοῦ πράγματός ἐστιν.
6
ἀξιόπιστον δὲ καὶ τοῦτο, ὅταν ὧν πλεῖστον δοκεῖν ἀφεστηκέναι βούλεται, καὶ σφόδρα διαβάλλῃ ταῦτα ὡς δεινὰ καὶ χαλεπά, οἷον αἰτιασάμενος γάρ με ἃ καὶ λέγειν ἄν τις ὀκνήσειεν εὖ φρονῶν, τὸν πατέρα ὡς ἀπέκτονα ἐγὼ τὸν ἐμαυτοῦ. καὶ ἐν τῷ κατὰ Μειδίου, τῷ γὰρ ἀθλίῳ καὶ ταλαιπώρῳ καὶ δεινῆς καὶ χαλεπῆς συμβάσης αἰτίας. καὶ πάλιν, οὔτε θεοὺς οὔτε ὁσίαν ἐποιήσατο ἐμποδὼν τοιούτῳ λόγῳ, οὐδʼ ὤκνησεν, οὐδὲ πρὸς οὓς ἔλεγεν αὐτοὺς ᾐσχύνθη.
7
ἀξιόπιστον δὲ καὶ τὸ τιμᾶσθαι προλαμβάνοντα καὶ ζημίας ὁρίζειν καθʼ ἑαυτοῦ ἐφʼ οἷς ἂν διεξίῃ, οἷον ἐγὼ πλέων ἐθελοντὴς πάσχειν ὁτιοῦν ἕτοιμος. καὶ πάλιν ἑτέρωθι ἐν Φιλιππικοῖς, μήτε νῦν μήτε αὖθις ὡς ὑγιαίνοντί μοι προσέχητε.