Thesauros Literature Oratory Περὶ πολιτικοῦ λόγου

Περὶ πολιτικοῦ λόγου

Περὶ πολιτικοῦ λόγου Aristides, Aelius

Book 1

5 καὶ ὅλως δὲ ὅπου σχεδόν τι ἐφʼ ὁμολογουμένοις ἀδικήμασιν αἱ κατηγορίαι γίνονται, διὰ τὸ πρόδηλα εἶναι τὰ ἀδικήματα, σφοδρότητος ὁ λόγος τυγχάνει, ὡς καὶ ἐν τῷ κατὰ Μειδίου καὶ ἐν τῷ κατὰ Ἀριστογείτονος. τὸ δὲ μέγιστον εἰδέναι χρή, ὅτι ὅταν ᾖ μὴ ἰσχυρὰ ζητήματα ἐξ ἑκατέρων τῶν μερῶν, ἀλλʼ ὑπάρχῃ θατέροις μὴ πρόδηλα αὐτὰ εἶναι, ὁ δὲ ὡς ἐπὶ ὁμολογουμένοις σχεδὸν τοῖς ζητήμασι συνάγει τὸν λόγον, οἷός ἐστιν ὁ κατὰ Μειδίου.
1 κατὰ σχῆμα δὲ οὕτω γίνεται σφοδρότης, ὅταν τις ἐπιφορικοῖς χρῆται τοῖς σχήμασιν, οἷον αἰσχρός, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ κακῶς ἔχων ὁ νόμος καὶ ὅμοιος φθόνῳ τινὶ καὶ φιλονεικίᾳ. καὶ πάλιν, εἴργετε οὖν, εἴργετε αὐτὸν τῶν ὑπὲρ τῆς εἰρήνης λόγων. καὶ ἐν τῷ κατὰ Μειδίου, καὶ ταῦτα πάσχων ἐγὼ καὶ τοῦτον ὃν διεξέρχομαι τρόπον νῦν πρὸς ὑμᾶς ἐλαυνόμενος. καὶ ἐν τῷ τῆς παραπρεσβείας, τούτων οὐ γέγονεν, ὦ ἄνδρες Ἀθηναῖοι, δεινότερα.
2 σφοδρότητα δὲ ἔχει καὶ τὸ τῆς ἀποστροφῆς σχῆμα. ὅς, ὦ μιαρώτατε πάντων, κεκλεισμένης σοι τῆς παρρησίας οὐ κιγκλίσιν οὐδὲ θύραις, ἃ καὶ παρανοίξειεν ἄν τις, ἀλλὰ τοσούτοις καὶ τηλικούτοις ὀφλήμασι, καὶ τούτων παρὰ τῇ θεῷ κειμένων, εἰς τὰ ἐντὸς τούτων βιάζῃ καὶ προσέρχῃ πρὸς ταῦτα, ἀφʼ ὧν ἀπελαύνουσί σε οἱ νόμοι, ἀπεσχοινισμένος πᾶσι τοῖς ἐν τῇ πόλει δικαίοις. καὶ πάλιν ἐν τῷ κατὰ Μειδίου, τί λέγεις, ὦ μιαρὰ κεφαλή, σὺ τὰ σαυτοῦ παιδία ἀξιώσεις ἐλεεῖν ἤ σε τούτους, τοὺς ὑπὸ σοῦ δημοσίᾳ προπεπηλακισμένους;
1 κατὰ δὲ ἀπαγγελίαν, τουτέστι κατὰ λέξιν, σφοδρότης γίνεται, ὅταν ὑπερβολὰς ποιῇς ἐν τῷ λόγῳ, οἷον πλούσιος, θρασύς, μέγα φρονῶν, μέγα φθεγγόμενος, βίαιος, ἀναιδής. ὑπερβολὴν δὲ κἀκεῖνο ἔχει, ὅταν εἴπῃς, ἡ πόλις αὐτὸν οὐ χωρεῖ. οὔθʼ ἡ Ἑλλὰς οὔθʼ ἡ βάρβαρος τὴν πλεονεξίαν χωρεῖ τἀνθρώπου. καὶ ὅπου λέγει, προσκυνεῖν τοὺς ὑβρίζοντας ὥσπερ ἐν τοῖς βαρβάροις, οὐκ ἀμύνεσθαι κράτιστον ἔσται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme