Thesauros Literature Oratory Περὶ πολιτικοῦ λόγου

Περὶ πολιτικοῦ λόγου

Περὶ πολιτικοῦ λόγου Aristides, Aelius

Book 1

2 ἢ ὅταν ἀποστάσεσί τις χρῆται, ἔστι δὲ ἡ φύσις τοῦ σχήματος τῆς ἀποστάσεως τοιάδε τις, ὅταν τοῦ συμπλέκειν κατὰ τὸ ἑξῆς καὶ συναρτᾶν ἀλλήλοις ἀποστάντες εἰς ἀρχὴν ἰδίαν ἐπανάγωμεν, ὥστε τὸ συνημμένον τῶν ἐννοημάτων χωρισθὲν ἀποστῆναι, ὡς ἐν τοῖς Φιλιππικοῖς ἐν τῷ κατὰ Φιλίππου τὸ μὲν κατασκευαζόμενον, δεινὰ ποιεῖ Φίλιππος· τάδε γὰρ ποιεῖ καὶ τάδε, οἷον Θετταλίαν καταδεδούλωται, αἱ δʼ ἐν Εὐβοίᾳ πόλεις ἤδη τυραννοῦνται, ἐφʼ Ἑλλήσποντον οἴχεται, πρότερον ἧκεν ἐπʼ Ἀμβρακίαν, Ἦλιν ἔχει τηλικαύτην πόλιν ἐν Πελοποννήσῳ. καὶ αὐξητικόν, καὶ τοιαῦτα ποιοῦντος οὐδεὶς κωλύει τῶν Ἑλλήνων, ἐν οἷς λέγει καὶ ταῦτα εἰδότες οἱ Ἕλληνες οὐ πέμπομεν πρέσβεις περὶ τούτων καὶ ἀγανακτοῦμεν· ἐν τέλει, ὥστʼ ἐκείνου ποιοῦντος τί αὐτοὶ ποιοῦμεν; καὶ τὸ αὐξητικὸν ἐκ διαφορᾶς, καὶ ταῦτα τῶν προγόνων οὐχ ὅπως τοῖς βαρβάροις τι τούτων συγχωρούντων, ἀλλʼ οὐδὲ τῶν Ἑλλήνων τοῖς ἐνδοξοτάτοις, οὐ Λακεδαιμονίοις, οὐκ Ἀθηναίοις, οὐ τὰ τελευταῖα Θηβαίοις. εἶτα ἡ αἰτιολογία ἐπὶ πᾶσι τί οὖν τὸ αἴτιον τούτων; ἐνταῦθα πρόσεχε ἤδη τῷ τῆς ἀποστάσεως σχήματι· σαφηνείας γάρ σοι ἕνεκα πρότερον πάντα ἐπεξῆλθον. εἰ μὲν συμπλέξας τὸ κατασκευαστικὸν νόημα ἐβούλετο ἐξενεγκεῖν, οὕτως ἂν ἐποίησεν, ὅτι ἐκεῖνοι μὲν τοὺς παρὰ τῶν ἄρχειν βουλομένων ἢ διαφθείρειν τὴν Ἑλλάδα χρήματα λαμβάνοντας ἅπαντες ἐμίσουν, οὗτος δὲ οὐχ οὕτως, ἀλλὰ διακόψας τὴν συμπλοκὴν τῶν νοημάτων καὶ ἀποστήσας ἀπὸ τοῦ συνῆφθαι αὐτὸν αὐτῷ, εἰς ἀρχὴν ἀναγαγὼν λέγει ἦν τι τότε, ἦν ὦ ἄνδρες Ἀθηναῖοι ἐν ταῖς τῶν πολλῶν διανοίαις· τί ἦν τοῦτο; τοὺς παρὰ τῶν ἄρχειν βουλομένων ἢ διαφθείρειν τὴν Ἑλλάδα χρήματα λαμβάνοντας ἅπαντες ἐμίσουν. εἶτα ἕτερον ἐγίνετό τι κατὰ τὸ σχῆμα, καίτοι ἓν καὶ τὸ αὐτὸ ἐννόημα ὄν, ἐάν τε συμπλέξας εἴπω, τί οὖν τὸ αἴτιον τούτων; ὅτι ἐκεῖνοι μὲν οὐχ οὕτως διενοοῦντο, ἐάν τε καὶ ἀποστάσει χρησάμενος ἐπαναγάγω, ἦν τι τότʼ, ἦν ἐν ταῖς τῶν πολλῶν διανοίαις. καὶ ἑτέρωθι δὲ ἐν ἐπαγγελίᾳ χρησάμενος λέξω δὲ μετὰ παρρησίας· καὶ γὰρ οὐδʼ ἂν ἄλλως δυναίμην, εἶτα ἀποστήσας ἐπάγει πάντες ὅσοι πώποτε ἐκπεπλεύκασι παρʼ ὑμῶν στρατηγοί. κἀκεῖνα δὲ ἀποστάσεως τὰ σχήματα. καλόν, ὦ ἄνδρες Ἀθηναῖοι, καλὸν ἡ τῶν δημοσίων πραγμάτων φυλακή, κἀκεῖνο ἀντικείμενον τούτῳ, μιαρόν, ὦ ἄνδρες Ἀθηναῖοι, μιαρὸν τὸ θηρίον καὶ ἄμικτον. οὐχ ὅτι δὲ καὶ ἄλλα μυρία θεωρήματα οὐ πρόσεστι καθʼ ἕκαστον τούτων τῶν θεωρημάτων, διὰ τοῦτο κατʼ εἶδος οὐχ ὑπεμνήσθην· καὶ γὰρ καὶ ἐπαναδίπλωσις ἐν ἐνίοις αὐτῶν γέγονε, καὶ καθόλου ἐξενήνεκται οὐκ ἐπὶ μέρους, ἀλλʼ ἡμῖν πρόκειται καθʼ ἓν ἕκαστον τῶν γενικῶν σχημάτων παραδεικνύναι, καὶ σὺ δὲ οὕτως ἠξίωσας. καὶ ὅλως δὲ ἐπὶ μιᾶς ἐννοίας πολλάκις πλείω συμπίπτει θεωρήματα, καὶ μάλιστα ὁπόσα αὐτῶν τῆς αὐτῆς ἐστι συγγενείας, καὶ ἐξ ὧν τελείως πᾶσι τοῖς αὐτοῦ μέρεσι κατεσκεύασται ὁ λόγος προσλαμβάνει, ἐννοίᾳ, σχήματι, ῥυθμῷ, λέξει. ἡμῖν δὲ νῦν ὁ λόγος περὶ αὐτοῦ μόνου τοῦ σχήματος, καὶ ταῦτα τοῦ κατʼ ἔννοιαν μόνου. καὶ ἄλλαι δέ εἰσιν ἀποστάσεις, οἷον οὐδὲν δεινόν, οὐδʼ ἐλεεινὸν Μειδίας πείσεται, ἐὰν ἴσα κτήσηται τοῖς πολλοῖς ὑμῶν, καὶ πάλιν πλούσιοι πολλοὶ συνεστηκότες, τὸ δοκεῖν τινες εἶναι διʼ εὐπορίαν προσειληφότες, καὶ πάλιν μισεῖ Μειδίας ἴσως ἐμέ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme