Thesauros Literature Oratory Περὶ πολιτικοῦ λόγου

Περὶ πολιτικοῦ λόγου

Περὶ πολιτικοῦ λόγου Aristides, Aelius

Book 2

4 καὶ ὅπου ἂν τὰ μέλλοντα γίνεσθαι ἢ τὰ γινόμενα ὡς ἤδη γεγονότα εἰσάγῃς, σεμνὸν ποιεῖς τὸν λόγον, οἷον ἐπεὶ δὲ αὐτοῖς ἡ μὲν αὐλητρὶς ηὔλησεν, ὁ δὲ παῖς ἐκιθάρισε.
5 καὶ ὅπου δʼ ἂν σεμνὰ τὰ ὀνόματα ἐπεμβάλῃς, μετὰ τῆς σεμνότητος καὶ κάλλους δύναμιν ἐργάσῃ, Ζεὺς μὲν καὶ Χείρων ἀδελφοί, πατρὸς μὲν τοῦ αὐτοῦ, μητρὸς δὲ ὁ μὲν Ῥέας, ὁ δὲ Ναΐδος νύμφης. τὸ μὲν οὖν κοινοποιῆσαι, πατρὸς μὲν τοῦ αὐτοῦ, τό τε διαφορὰν εἰπεῖν, μητρὸς δὲ ὁ μὲν τῆσδε, ὁ δὲ τῆσδε, μετὰ τῆς ἀφελείας καὶ σεμνότητα ἔχει.
6 καὶ τὸ ἐν γένει δέ τι εἰπεῖν τοῦ κατʼ εἶδος σεμνότερον, οἷον ἐν γένει μή τι πάθῃ· οὐ γάρ ἐστιν ὅμοιον κατʼ εἶδος εἰπεῖν, μὴ περιπαρῇ, μὴ ἀποσφαγῇ. καὶ ἐν γένει συλλαβόντα τὰ πάντα ταῦτα ἑνὶ ὀνόματι εἰπεῖν μή τι πάθῃ.

περὶ περιβολῆς.

1 γίνεται δὲ καὶ ἐν ἀφελεῖ λόγῳ περιβολή, ὅταν τις πλαγιάσας νόημα ἐπεμβάλῃ ἕτερον δεύτερον μήπω τῆς διανοίας ἀπηρτισμένης μηδὲ τοῦ συμπεράσματος ἐπηγμένου, ὡς μίαν δοκεῖν ἔννοιαν, οἷον βουλευομένων δὲ περὶ τούτων Λακεδαιμονίων Ἀγησίλαος ὑπέστη, νῦν τὸ ἀπαρτίζον, διαβήσεσθαι οὐκ ἔτι πλαγιάσας· μακρὸν γὰρ ἐγίνετο, οἷον διαβὰς ποιήσειν τὰ καὶ τά, ἀλλὰ διαβήσεσθαι.
2 πᾶσα δὲ περιβολὴ δύναμιν ἐργάζεται ἐν τῷ λόγῳ, δεῖ δὲ ἡμᾶς ἐπεσκέφθαι καθὸ διαλλάττει τοῦ πολιτικοῦ λόγου ἡ ἐν τῷ ἀφελεῖ λόγῳ γινομένη δύναμις. οὐκοῦν σκόπει· τὸ γὰρ εὖ πράττειν παρὰ τὴν ἀξίαν ἀφορμὴ τοῦ κακῶς φρονεῖν τοῖς ἀνοήτοις γίγνεται. οὔ φημι τοίνυν ἐγὼ λυσιτελεῖν ἐν τῷ ἀφελεῖ τὸ ἀποφαντικὸν τοῦ σχήματος· ἀξίωμα μὲν γὰρ καὶ δύναμιν περιτίθησιν, οὐκέτι δὲ ἁπλοῦν οὐδὲ κατʼ ἄνθρωπόν ἐστιν, ἵνα οὕτως εἴπῃ τις τὸ πρᾶγμα, ἀλλʼ ἐπηρμένον τε καὶ τετυφωμένον· οὐδὲ τὸ ὑποτακτικὸν μόριον· τὸ γὰρ εὖ. τὰ γὰρ τοιαῦτα μόρια ἀναγκάζει τὸν λόγον ἐμπεριλαμβάνοντα τὰ νοήματα στρογγύλον γίνεσθαι καὶ σκληρὸν καὶ κατεσφιγμένον, ὅθεν οὐ χρὴ τὰ μόρια προστιθέναι, ἐπειδὰν δυνάμεώς τι σημεῖον ἐξενεγκεῖν βουλώμεθα, ἀλλʼ ἀπὸ ῥηματικῶν ἄρξασθαι ἁπλῶς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme