Thesauros Literature Oratory Περὶ πολιτικοῦ λόγου

Περὶ πολιτικοῦ λόγου

Περὶ πολιτικοῦ λόγου Aristides, Aelius

Book 2

3 περιβολῆς δὲ καὶ τὸ τοιοῦτον καὶ ἔνδοξον ποιοῦν τὸν λόγον καὶ ἔχειν ἀξίωμα, [καὶ] ὅταν τὰ πράγματα μὴ καθʼ ἑαυτὰ εἰσάγῃ τις καὶ ἐπὶ τῶν ὑποκειμένων ὀνομάζῃ, οἷον Καλλίας ἀξιοθέατος ἐφαίνετο διὰ τὸ κατέχεσθαι ἔρωτι τοῦ Αὐτολύκου, ἀλλὰ καὶ ἔξωθεν προσλαμβάνηταί τινα τοῖς ἀορίστοις ὡρισμένα· ἅπαντες μὲν οὖν οἱ ἐκ θεῶν του κατεχόμενοι ἀξιοθέατοι δοκοῦσιν εἶναι. καὶ εἰ μὲν οὖν ἐβούλου ταχέως μεταβῆναι ἐπὶ τὸ ὑποκείμενον καὶ μὴ σφόδρα τὸν λόγον ἐξᾶραι, εἶπες ἄν, μάλιστα δὲ οἱ ὑπὸ ἔρωτος κατεχόμενοι· νῦν δὲ πολλῷ πλέον ἐξήρθη διὰ τὸ προειλῆφθαι διὰ μέσου τὰς διαφοράς, πρὶν προσάγεσθαι τούτου τὸ ὑποκείμενον· ἀλλʼ οἱ μὲν ἐξ ἄλλων πρὸς τὸ γοργότερον ὁρᾶσθαι καὶ φοβερώτερον φθέγγεσθαι καὶ σφοδρότεροι εἶναι φαίνονται.
4 πολλῷ δὲ συγγραφικώτερον τὸ ὀρθοῦν ἐν τοῖς σχήμασι καὶ μὴ πλαγιάζειν, τὸ δὲ πλαγιάζειν τῶν πολιτικῶν ἐστι· σεμνότητα γὰρ καὶ περιβολὴν ἔχει. εἰ μὲν οὖν ἐπλαγίαζες, οὕτως ἂν ἔλεγες· ληξάσης δὲ τῆς ἱπποδρομίας, τὸ δὲ ὀρθοῦν τοιοῦτόν ἐστιν, ὡς δὲ ἡ ἱπποδρομία ἔληξεν· ἀνειμένον δὲ τοῦτο καὶ ἀναπεπτωκὸς εἶναι δοκεῖ. ὁ δὲ πολιτικὸς οὐχ οὕτως ἂν ἐποίησεν, ἀλλὰ συντονώτερον, ἐπειδὴ δὲ ἡ ἱπποδρομία ἔληξεν. ὥσπερ δὲ ὁ πολιτικὸς συνειλκυσμένος ἐστὶ καὶ συνειληφὼς τὰ νοήματα, οὕτως ὁ ἀφελὴς ὕπτιος καὶ ἀποτεταμένος.
5 περιβολὴ δὲ καὶ τοῦτο, ὡς ἐν τῷ Συμποσίῳ καὶ ὁ Σωκράτης εἶπεν, ἐν πολλοῖς μὲν καὶ ἄλλοις δῆλον, καὶ ἐν οἷς δὲ ἡ παῖς. ἐμπερίβολον εἶπεν· τί δέ ἐστι τὸ ποιῆσαν τὴν περιβολήν; τοῦ ἀορίστου ἡ πρόσληψις καὶ ἐπί τι ὡρισμένον μετάστασις, ἐν πολλοῖς μὲν καὶ ἄλλοις, δῆλον δὲ καὶ ἐν οἷς ἡ παῖς. Σωκρατικὸς δὲ ὁ τρόπος καὶ ἀρχαῖος τὸ ἐκ παντὸς χρήσιμόν τι εἰσάγειν, ὅπου γε καὶ ἐξ ἀρχῆς ἕως εὑρέθησαν περὶ ἀρετῆς λόγοι, καὶ τὸ μέγιστον δόγμα ὅτι ἡ αὐτὴ ἀρετὴ ἀνδρῶν καὶ γυναικῶν.

περὶ γλυκύτητος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme