Thesauros Literature Oratory Περὶ πολιτικοῦ λόγου

Περὶ πολιτικοῦ λόγου

Περὶ πολιτικοῦ λόγου Aristides, Aelius

Book 2

8 κατὰ δὲ σχῆμα σχήματι ἀνειμένῳ· οὐ γὰρ διατεινόμενος ἂν ἐποίησεν, ὡς ἄν τις τῶν πολιτικῶν εἶπεν, οὐχὶ τὰ αὐτὰ παρίσταταί μοι γινώσκειν τοῖς πολλοῖς περὶ τῶν ἀνδρῶν τῶν σπουδαίων· οἱ μὲν γὰρ πολλοὶ οὐκ ἄλλα τινὰ οἴονται [γὰρ] αὐτῶν ἀξιομνημόνευτα εἶναι ἐν τῇ σπουδῇ τὰ πραττόμενα, ἐμοὶ δὲ οὐ τὸν αὐτὸν τρόπον· ἀλλʼ οὐδὲν ἧττον δοκεῖ τὰ ἐν ταῖς παιδιαῖς μνήμης τυγχάνειν ἄξια, ἢ ἃ ἂν σπουδάζοντες πράττοιεν. οὐχ οὕτως οὖν προήγαγεν, ἀλλʼ ἀνειμένῳ τῷ σχήματι καὶ ἐξηλλαγμένως ἀλλʼ ἔμοιγε δοκεῖ, εἶτα κατὰ τὸ ἰδίωμα τοῦ λόγου ἤθους ἐχόμενα καὶ τὰ ὀνόματα τῶν καλῶν καὶ ἀγαθῶν ἀνδρῶν· καὶ πάλιν φησίν, ὡς δὲ ἱπποδρομία ἔληξεν. ἀνειμένον δὲ καὶ ἀναπεπτωκὸς εἶναι δοκεῖ τὸ σχῆμα, πολιτικὸς δʼ ἂν οὐχ οὕτως ἐποίησεν, ἀλλὰ συντονώτερον, ὅποι δὴ ἱπποδρομία ἔληξεν, ἢ τοιούτῳ τινὶ τρόπῳ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme