Thesauros Literature Oratory Περὶ πολιτικοῦ λόγου

Περὶ πολιτικοῦ λόγου

Περὶ πολιτικοῦ λόγου Aristides, Aelius

Book 2

9 ποικίλως δὲ τοῖς σχήμασι χρῶνται οἱ ἀρχαῖοι ἀφελεῖς τε καὶ οἱ πολιτικοὶ ἄνδρες· ἃ γὰρ ἐν πολιτικῷ λόγῳ δριμὺν τὸν λόγον ποιεῖ, ἐνθάδε ἀφελῆ ἐργάζεται. καὶ τὸν ῥυθμὸν δὲ τῆς ἀπαγγελίας τοιοῦτον εἶναι δεῖ οἷον προϊέναι καὶ ἐμβαίνειν μᾶλλον ἢ ἑαυτῷ ἐπικείμενον ἐπείγεσθαι, οὐχ ὥσπερ ἐν τοῖς πολιτικοῖς τὰς [τε] ποιότητας παρατιθέασιν, ὅταν λέγωσιν ἢ δεινότατα ἁπάντων ἢ ἐφʼ ᾧ πάντες ἀγανακτήσετε ἢ σχέτλιον γὰρ τοῦτό γε· πρὶν γὰρ τὸ πρᾶγμα εἰπεῖν τὴν ποιότητα οἱ πολιτικοὶ παραδεικνύουσι, καὶ ποτὲ μὲν πρὸ τῶν πραγμάτων, ποτὲ δὲ μετὰ τὰ πράγματα ἐπάγοντες. εὐρυθμίας δὲ καὶ τοῦτο καίτοι τότε ἐν τῇ κρατίστῃ πόλει ὑπὸ τῶν ἀρίστων κριθέντα τοῦ καλλίστου γέρως ἀξιωθῆναι ποίων ἔτι τεκμηρίων προσδεῖται τῆς τε πρὶν ἄρξαι αὐτὸν ἀρετῆς; τοῦτο δʼ εὐρυθμίαν ἐν τῷ λόγῳ εἰργάσθαι καί μοι δοκεῖ, τὸ δὲ τὴν εὐρυθμίαν ἀπειργασμένον ἐστὶ τὸ ἐμπεριβαλόντα τὰ νοήματα καὶ ἀπαρτίσαντα στῆσαι τὸ νόημα, ὥστε καὶ τὸ μετὰ ταῦτα ῥηθὲν μηκέτι ἡνῶσθαι, ἀλλʼ ἑτέρου ἀρχὴν λόγου δοκεῖν εἶναι· τί γάρ φησιν; ὅσα δὲ ἐπεὶ ἐπʼ ἀνδράσιν ἐγένετο. οὐ πολλαχοῦ δὲ ὁ Ξενοφῶν χρῆται τούτῳ τῷ σχήματι· ἔστι γὰρ σκληρότερον καὶ δικανικώτερον, ἀποδεδειγμένοις πράγμασιν ἢ ὡς βιαζόμενοι ἢ ὥς τι σφόδρα δοκοῦντες λέγειν τὰ τοιαῦτα ἐπάγειν εἰώθαμεν. πλὴν τό γε κατὰ τὴν ἄλλην αὐτοῦ εὐρυθμίαν θαυμαστὸν καὶ τοῦτο γέγονε τὸ συνεχεῖς τὰς διαστάσεις ἑνὶ πνεύματι λόγου γεγονέναι, καίτοι τότε· ἐν τῇ κρατίστῃ πόλει· ὑπὸ τῶν ἀρίστων κριθέντα· τοῦ καλλίστου γέρως ἀξιωθῆναι· καὶ τὸ πολλὰ νοήματα καθʼ ἓν ἕκαστον πρὸς μίαν λέξιν εἰπεῖν δυνάμεως καὶ ῥυθμοῦ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme