Thesauros Literature Philosophy Εὐθύφρων

Εὐθύφρων

Εὐθύφρων Plato
15 ΣΩ. ἀλλʼ οὐδὲν ἥδιον ἔμοιγε, εἰ μὴ τυγχάνει ἀληθὲς ὄν. φράσον δέ μοι, τίς ἡ ὠφελία τοῖς θεοῖς τυγχάνει οὖσα ἀπὸ τῶν δώρων ὧν παρʼ ἡμῶν λαμβάνουσιν; ἃ μὲν γὰρ διδόασι παντὶ δῆλον· οὐδὲν γὰρ ἡμῖν ἐστιν ἀγαθὸν ὅτι ἂν μὴ ἐκεῖνοι δῶσιν. ἃ δὲ παρʼ ἡμῶν λαμβάνουσιν, τί ὠφελοῦνται; ἢ τοσοῦτον αὐτῶν πλεονεκτοῦμεν κατὰ τὴν ἐμπορίαν, ὥστε πάντα τὰ ἀγαθὰ παρʼ αὐτῶν λαμβάνομεν, ἐκεῖνοι δὲ παρʼ ἡμῶν οὐδέν;
15 ΕΥΘ. ἀλλʼ οἴει, ὦ Σώκρατες, τοὺς θεοὺς ὠφελεῖσθαι ἀπὸ τούτων ἃ παρʼ ἡμῶν λαμβάνουσιν;γ
15 ΣΩ. ἀλλὰ τί δήποτʼ ἂν εἴη ταῦτα, ὦ Εὐθύφρων, τὰ παρʼ ἡμῶν δῶρα τοῖς θεοῖς;
15 ΕΥΘ. τί δʼ οἴει ἄλλο ἢ τιμή τε καὶ γέρα καί, ὅπερ ἐγὼ ἄρτι ἔλεγον, χάρις;
15 ΣΩ. κεχαρισμένον ἄρα ἐστίν, ὦ Εὐθύφρων, τὸ ὅσιον, ἀλλʼ οὐχὶ ὠφέλιμον οὐδὲ φίλον τοῖς θεοῖς;γ
15 ΕΥΘ. οἶμαι ἔγωγε πάντων γε μάλιστα φίλον.
15 ΣΩ. τοῦτο ἄρʼ ἐστὶν αὖ, ὡς ἔοικε, τὸ ὅσιον, τὸ τοῖς θεοῖς φίλον.
15 ΕΥΘ. μάλιστά γε.
15 ΣΩ. θαυμάσῃ οὖν ταῦτα λέγων ἐάν σοι οἱ λόγοι φαίνωνται μὴ μένοντες ἀλλὰ βαδίζοντες, καὶ ἐμὲ αἰτιάσῃ τὸν Δαίδαλον βαδίζοντας αὐτοὺς ποιεῖν, αὐτὸς ὢν πολύ γε τεχνικώτερος τοῦ Δαιδάλου καὶ κύκλῳ περιιόντα ποιῶν; ἢ οὐκ αἰσθάνῃ ὅτι ὁ λόγος ἡμῖν περιελθὼν πάλιν εἰς ταὐτὸν ἥκει; μέμνησαι γάρ που ὅτι ἐν τῷ πρόσθεν τό τε ὅσιον καὶ τὸ θεοφιλὲς οὐ ταὐτὸν ἡμῖν ἐφάνη ἀλλʼ ἕτερα ἀλλήλων· ἢ οὐ μέμνησαι;
15 ΕΥΘ. ἔγωγε.
15 ΣΩ. νῦν οὖν οὐκ ἐννοεῖς ὅτι τὸ τοῖς θεοῖς φίλον φῂς ὅσιον εἶναι; τοῦτο δʼ ἄλλο τι ἢ θεοφιλὲς γίγνεται; ἢ οὔ;
15 ΕΥΘ. πάνυ γε.
15 ΣΩ. οὐκοῦν ἢ ἄρτι οὐ καλῶς ὡμολογοῦμεν, ἢ εἰ τότε καλῶς, νῦν οὐκ ὀρθῶς τιθέμεθα.
15 ΕΥΘ. ἔοικεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme