Thesauros Literature Philosophy Κρατύλος

Κρατύλος

Κρατύλος Plato
398 ΕΡΜ. πόθεν, ὠγαθέ, ἔχω; οὐδʼ εἴ τι οἷός τʼ ἂν εἴην εὑρεῖν, οὐ συντείνω διὰ τὸ ἡγεῖσθαι σὲ μᾶλλον εὑρήσειν ἢ ἐμαυτόν.
399 ΣΩ. τῇ τοῦ Εὐθύφρονος ἐπιπνοίᾳ πιστεύεις, ὡς ἔοικας.
399 ΕΡΜ. δῆλα δή.
399 ΣΩ. ὀρθῶς γε σὺ πιστεύων· ὡς καὶ νῦν γέ μοι φαίνομαι κομψῶς ἐννενοηκέναι, καὶ κινδυνεύσω, ἐὰν μὴ εὐλαβῶμαι, ἔτι τήμερον σοφώτερος τοῦ δέοντος γενέσθαι. σκόπει δὴ ὃ λέγω. πρῶτον μὲν γὰρ τὸ τοιόνδε δεῖ ἐννοῆσαι περὶ ὀνομάτων, ὅτι πολλάκις ἐπεμβάλλομεν γράμματα, τὰ δʼ ἐξαιροῦμεν, παρʼ ὃ βουλόμεθα ὀνομάζοντες, καὶ τὰς ὀξύτητας μεταβάλλομεν. οἷον Διὶ φίλος —τοῦτο ἵνα ἀντὶ ῥήματος ὄνομα ἡμῖν γένηται, τό τε ἕτερον αὐτόθεν ἰῶτα ἐξείλομεν καὶ ἀντὶ ὀξείας τῆς μέσης συλλαβῆς βαρεῖαν ἐφθεγξάμεθα. ἄλλων δὲ τοὐναντίον ἐμβάλλομεν γράμματα, τὰ δὲ βαρύτερα ὀξύτερα φθεγγόμεθα.
399 ΕΡΜ. ἀληθῆ λέγεις.
399 ΣΩ. τούτων τοίνυν ἓν καὶ τὸ τῶν ἀνθρώπων ὄνομα πέπονθεν, ὡς ἐμοὶ δοκεῖ. ἐκ γὰρ ῥήματος ὄνομα γέγονεν, ἑνὸς γράμματος τοῦ ἄλφα ἐξαιρεθέντος καὶ βαρυτέρας τῆς τελευτῆς γενομένης.
399 ΕΡΜ. πῶς λέγεις;
399 ΣΩ. ὧδε. σημαίνει τοῦτο τὸ ὄνομα ὁ ἄνθρωπος ὅτι τὰ μὲν ἄλλα θηρία ὧν ὁρᾷ οὐδὲν ἐπισκοπεῖ οὐδὲ ἀναλογίζεται οὐδὲ ἀναθρεῖ, ὁ δὲ ἄνθρωπος ἅμα ἑώρακεν—τοῦτο δʼ ἐστὶ τὸ ὄπωπε —καὶ ἀναθρεῖ καὶ λογίζεται τοῦτο ὃ ὄπωπεν. ἐντεῦθεν δὴ μόνον τῶν θηρίων ὀρθῶς ὁ ἄνθρωπος ἄνθρωπος ὠνομάσθη, ἀναθρῶν ἃ ὄπωπε.
399 ΕΡΜ. τί οὖν τὸ μετὰ τοῦτο; ἔρωμαί σε ὃ ἡδέως ἂν πυθοίμην;
399 ΣΩ. πάνυ γε.
399 ΕΡΜ. ὥσπερ τοίνυν μοι δοκεῖ τούτοις ἑξῆς εἶναί τι χρῆμα. ψυχὴν γάρ που καὶ σῶμα καλοῦμεν τοῦ ἀνθρώπου.
399 ΣΩ. πῶς γὰρ οὔ;
399 ΕΡΜ. πειρώμεθα δὴ καὶ ταῦτα διελεῖν ὥσπερ τὰ ἔμπροσθεν.
399 ΣΩ. ψυχὴν λέγεις ἐπισκέψασθαι ὡς εἰκότως τούτου τοῦ ὀνόματος τυγχάνει, ἔπειτʼ αὖ τὸ σῶμα;
399 ΕΡΜ. ναί.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme