Thesauros Literature Philosophy Κρατύλος

Κρατύλος

Κρατύλος Plato
406 ΣΩ. μεγάλα, ὦ παῖ Ἱππονίκου, ἐρωτᾷς. ἀλλὰ ἔστι γὰρ καὶ σπουδαίως εἰρημένος ὁ τρόπος τῶν ὀνομάτων τούτοις τοῖς θεοῖς καὶ παιδικῶς. τὸν μὲν οὖν σπουδαῖον ἄλλους τινὰς ἐρώτα, τὸν δὲ παιδικὸν οὐδὲν κωλύει διελθεῖν· φιλοπαίσμονες γὰρ καὶ οἱ θεοί. ὅ τε γὰρ Διόνυσος εἴη ἂν ὁ διδοὺς τὸν οἶνον Διδοίνυσος ἐν παιδιᾷ καλούμενος, οἶνος δʼ, ὅτι οἴεσθαι νοῦν ἔχειν ποιεῖ τῶν πινόντων τοὺς πολλοὺς οὐκ ἔχοντας, οἰόνους δικαιότατʼ ἂν καλούμενος. περὶ δὲ ἀφροδίτης οὐκ ἄξιον Ἡσιόδῳ ἀντιλέγειν, ἀλλὰ συγχωρεῖν ὅτι διὰ τὴν ἐκ τοῦ ἀφροῦ γένεσιν ἀφροδίτη ἐκλήθη.
406 ΕΡΜ. ἀλλὰ μὴν οὐδʼ Ἀθηνᾶς Ἀθηναῖός γʼ ὤν, ὦ Σώκρατες, ἐπιλήσῃ, οὐδʼ Ἡφαίστου τε καὶ Ἄρεως.
406 ΣΩ. οὐδὲ εἰκός γε.
406 ΕΡΜ. οὐ γάρ.
406 ΣΩ. οὐκοῦν τὸ μὲν ἕτερον ὄνομα αὐτῆς οὐ χαλεπὸν εἰπεῖν διʼ ὃ κεῖται.
406 ΕΡΜ. τὸ ποῖον;
406 ΣΩ. Παλλάδα που αὐτὴν καλοῦμεν.
406 ΕΡΜ. πῶς γὰρ οὔ;
406 ΣΩ. τοῦτο μὲν τοίνυν ἀπὸ τῆς ἐν τοῖς ὅπλοις ὀρχήσεως ἡγούμενοι τεθῆναι ὀρθῶς ἄν, ὡς ἐγᾦμαι, ἡγοίμεθα· τὸ γάρ που ἢ αὑτὸν ἤ τι ἄλλο μετεωρίζειν ἢ ἀπὸ τῆς γῆς ἢ ἐν ταῖς χερσὶν πάλλειν τε καὶ πάλλεσθαι καὶ ὀρχεῖν καὶ ὀρχεῖσθαι καλοῦμεν.
407 ΕΡΜ. πάνυ μὲν οὖν.
407 ΣΩ. Παλλάδα μὲν τοίνυν ταύτῃ.
407 ΕΡΜ. καὶ ὀρθῶς γε. ἀλλὰ δὴ τὸ ἕτερον πῶς λέγεις;
407 ΣΩ. τὸ τῆς Ἀθηνᾶς;
407 ΕΡΜ. ναί.
407 ΣΩ. τοῦτο ἐμβριθέστερον, ὦ φίλε. ἐοίκασι δὴ καὶ οἱ παλαιοὶ τὴν Ἀθηνᾶν νομίζειν ὥσπερ οἱ νῦν περὶ Ὅμηρον δεινοί. καὶ γὰρ τούτων οἱ πολλοὶ ἐξηγούμενοι τὸν ποιητήν φασι τὴν Ἀθηνᾶν αὐτὸν νοῦν τε καὶ διάνοιαν πεποιηκέναι, καὶ ὁ τὰ ὀνόματα ποιῶν ἔοικε τοιοῦτόν τι περὶ αὐτῆς διανοεῖσθαι, ἔτι δὲ μειζόνως λέγων θεοῦ νόησιν ὡσπερεὶ λέγει ὅτι ἁ θεονόα ἐστὶν αὕτη, τῷ ἄλφα ξενικῶς ἀντὶ τοῦ ἦτα χρησάμενος καὶ τὸ ἰῶτα καὶ τὸ σῖγμα ἀφελών. ἴσως δὲ οὐδὲ ταύτῃ, ἀλλʼ ὡς τὰ θεῖα νοούσης αὐτῆς διαφερόντως τῶν ἄλλων Θεονόην ἐκάλεσεν. οὐδὲν δὲ ἀπέχει καὶ τὴν ἐν τῷ ἤθει νόησιν ὡς οὖσαν τὴν θεὸν ταύτην Ἠθονόην μὲν βούλεσθαι προσειπεῖν· παραγαγὼν δὲ ἢ αὐτὸς ἤ τινες ὕστερον ἐπὶ τὸ κάλλιον ὡς ᾤοντο, Ἀθηνάαν ἐκάλεσαν.
407 ΕΡΜ. τί δὲ δὴ τὸν Ἥφαιστον, πῇ λέγεις;
407 ΣΩ. ἦ τὸν γενναῖον τὸν φάεος ἵστορα ἐρωτᾷς;
407 ΕΡΜ. ἔοικα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme