Thesauros Literature Philosophy Κρατύλος

Κρατύλος

Κρατύλος Plato
411 ΣΩ. οὐ κατενόησας ἴσως τὰ ἄρτι λεγόμενα ὅτι παντάπασιν ὡς φερομένοις τε καὶ ῥέουσι καὶ γιγνομένοις τοῖς πράγμασι τὰ ὀνόματα ἐπίκειται.
411 ΕΡΜ. οὐ πάνυ ἐνεθυμήθην.
411 ΣΩ. καὶ μὴν πρῶτον μὲν τοῦτο ὃ πρῶτον εἴπομεν παντάπασιν ὡς ἐπὶ τοιούτων ἐστίν.
411 ΕΡΜ. τὸ ποῖον;
411 ΣΩ. ἡ φρόνησις· φορᾶς γάρ ἐστι καὶ ῥοῦ νόησις. εἴη δʼ ἂν καὶ ὄνησιν ὑπολαβεῖν φορᾶς· ἀλλʼ οὖν περί γε τὸ φέρεσθαί ἐστιν. εἰ δὲ βούλει, ἡ γνώμη παντάπασιν δηλοῖ γονῆς σκέψιν καὶ νώμησιν· τὸ γὰρ νωμᾶν καὶ τὸ σκοπεῖν ταὐτόν. εἰ δὲ βούλει, αὐτὸ ἡ νόησις τοῦ νέου ἐστὶν ἕσις, τὸ δὲ νέα εἶναι τὰ ὄντα σημαίνει γιγνόμενα ἀεὶ εἶναι· τούτου οὖν ἐφίεσθαι τὴν ψυχὴν μηνύει τὸ ὄνομα ὁ θέμενος τὴν νεόεσιν. οὐ γὰρ νόησις τὸ ἀρχαῖον ἐκαλεῖτο, ἀλλʼ ἀντὶ τοῦ ἦτα εἶ ἔδει λέγειν δύο, νοέεσιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme