Thesauros Literature Philosophy Κρατύλος

Κρατύλος

Κρατύλος Plato
387 ΣΩ. οὐκοῦν καὶ ὀνομαστέον ἐστὶν ᾗ πέφυκε τὰ πράγματα ὀνομάζειν τε καὶ ὀνομάζεσθαι καὶ ᾧ, ἀλλʼ οὐχ ᾗ ἂν ἡμεῖς βουληθῶμεν, εἴπερ τι τοῖς ἔμπροσθεν μέλλει ὁμολογούμενον εἶναι; καὶ οὕτω μὲν ἂν πλέον τι ποιοῖμεν καὶ ὀνομάζοιμεν, ἄλλως δὲ οὔ;
387 ΕΡΜ. φαίνεταί μοι.
387 ΣΩ. φέρε δή, ὃ ἔδει τέμνειν, ἔδει τῳ, φαμέν, τέμνειν;
387 ΕΡΜ. ναί.
387 ΣΩ. καὶ ὃ ἔδει κερκίζειν, ἔδει τῳ κερκίζειν; καὶ ὃ ἔδει τρυπᾶν, ἔδει τῳ τρυπᾶν;
387 ΕΡΜ. πάνυ γε.
387 ΣΩ. καὶ ὃ ἔδει δὴ ὀνομάζειν, ἔδει τῳ ὀνομάζειν;
388 ΕΡΜ. ἔστι ταῦτα.
388 ΣΩ. τί δὲ ἦν ἐκεῖνο ᾧ ἔδει τρυπᾶν;
388 ΕΡΜ. τρύπανον.
388 ΣΩ. τί δὲ ᾧ κερκίζειν;
388 ΕΡΜ. κερκίς.
388 ΣΩ. τί δὲ ᾧ ὀνομάζειν;
388 ΕΡΜ. ὄνομα.
388 ΣΩ. εὖ λέγεις. ὄργανον ἄρα τί ἐστι καὶ τὸ ὄνομα.
388 ΕΡΜ. πάνυ γε.
388 ΣΩ. εἰ οὖν ἐγὼ ἐροίμην τί ἦν ὄργανον ἡ κερκίς; οὐχ ᾧ κερκίζομεν;
388 ΕΡΜ. ναί.
388 ΣΩ. κερκίζοντες δὲ τί δρῶμεν; οὐ τὴν κρόκην καὶ τοὺς στήμονας συγκεχυμένους διακρίνομεν;
388 ΕΡΜ. ναί.
388 ΣΩ. οὐκοῦν καὶ περὶ τρυπάνου ἕξεις οὕτως εἰπεῖν καὶ περὶ τῶν ἄλλων;
388 ΕΡΜ. πάνυ γε.
388 ΣΩ. ἔχεις δὴ καὶ περὶ ὀνόματος οὕτως εἰπεῖν; ὀργάνῳ ὄντι τῷ ὀνόματι ὀνομάζοντες τί ποιοῦμεν;
388 ΕΡΜ. οὐκ ἔχω λέγειν.
388 ΣΩ. ἆρʼ οὐ διδάσκομέν τι ἀλλήλους καὶ τὰ πράγματα διακρίνομεν ᾗ ἔχει;
388 ΕΡΜ. πάνυ γε.
388 ΣΩ. ὄνομα ἄρα διδασκαλικόν τί ἐστιν ὄργανον καὶ διακριτικὸν τῆς οὐσίας ὥσπερ κερκὶς ὑφάσματος.
388 ΕΡΜ. ναί.
388 ΣΩ. ὑφαντικὸν δέ γε ἡ κερκίς;
388 ΕΡΜ. πῶς δʼ οὔ;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme