Thesauros Literature Philosophy Κρατύλος

Κρατύλος

Κρατύλος Plato
429 ΚΡ. ἐμοὶ μὲν δοκεῖ, ὦ Σώκρατες, ἄλλως ἂν οὗτος ταῦτα φθέγξασθαι.
430 ΣΩ. ἀλλʼ ἀγαπητὸν καὶ τοῦτο. πότερον γὰρ ἀληθῆ ἂν φθέγξαιτο ταῦτα ὁ φθεγξάμενος ἢ ψευδῆ; ἢ τὸ μέν τι αὐτῶν ἀληθές, τὸ δὲ ψεῦδος; καὶ γὰρ ἂν καὶ τοῦτο ἐξαρκοῖ.
430 ΚΡ. ψοφεῖν ἔγωγʼ ἂν φαίην τὸν τοιοῦτον, μάτην αὐτὸν ἑαυτὸν κινοῦντα, ὥσπερ ἂν εἴ τις χαλκίον κινήσειε κρούσας.
430 ΣΩ. φέρε δή, ἐάν πῃ διαλλαχθῶμεν, ὦ Κρατύλε· ἆρʼ οὐκ ἄλλο μὲν ἂν φαίης τὸ ὄνομα εἶναι, ἄλλο δὲ ἐκεῖνο οὗ τὸ ὄνομά ἐστιν;
430 ΚΡ. ἔγωγε.
430 ΣΩ. οὐκοῦν καὶ τὸ ὄνομα ὁμολογεῖς μίμημά τι εἶναι τοῦ πράγματος;
430 ΚΡ. πάντων μάλιστα.
430 ΣΩ. οὐκοῦν καὶ τὰ ζωγραφήματα τρόπον τινὰ ἄλλον λέγεις μιμήματα εἶναι πραγμάτων τινῶν;
430 ΚΡ. ναί.
430 ΣΩ. φέρε δή—ἴσως γὰρ ἐγὼ οὐ μανθάνω ἅττα ποτʼ ἔστιν ἃ λέγεις, σὺ δὲ τάχʼ ἂν ὀρθῶς λέγοις—ἔστι διανεῖμαι καὶ προσενεγκεῖν ταῦτα ἀμφότερα τὰ μιμήματα, τά τε ζωγραφήματα κἀκεῖνα τὰ ὀνόματα, τοῖς πράγμασιν ὧν μιμήματά ἐστιν, ἢ οὔ;
430 ΚΡ. ἔστιν.
430 ΣΩ. πρῶτον μὲν δὴ σκόπει τόδε. ἆρʼ ἄν τις τὴν μὲν τοῦ ἀνδρὸς εἰκόνα τῷ ἀνδρὶ ἀποδοίη, τὴν δὲ τῆς γυναικὸς τῇ γυναικί, καὶ τἆλλα οὕτως;
430 ΚΡ. πάνυ μὲν οὖν.
430 ΣΩ. οὐκοῦν καὶ τοὐναντίον τὴν μὲν τοῦ ἀνδρὸς τῇ γυναικί, τὴν δὲ τῆς γυναικὸς τῷ ἀνδρί;
430 ΚΡ. ἔστι καὶ ταῦτα.
430 ΣΩ. ἆρʼ οὖν αὗται αἱ διανομαὶ ἀμφότεραι ὀρθαί, ἢ ἡ ἑτέρα;
430 ΚΡ. ἡ ἑτέρα.
430 ΣΩ. ἣ ἂν ἑκάστῳ οἶμαι τὸ προσῆκόν τε καὶ τὸ ὅμοιον ἀποδιδῷ.
430 ΚΡ. ἔμοιγε δοκεῖ.
430 ΣΩ. ἵνα τοίνυν μὴ μαχώμεθα ἐν τοῖς λόγοις ἐγώ τε καὶ σὺ φίλοι ὄντες, ἀπόδεξαί μου ὃ λέγω. τὴν τοιαύτην γάρ, ὦ ἑταῖρε, καλῶ ἔγωγε διανομὴν ἐπʼ ἀμφοτέροις μὲν τοῖς μιμήμασιν, τοῖς τε ζῴοις καὶ τοῖς ὀνόμασιν, ὀρθήν, ἐπὶ δὲ τοῖς ὀνόμασι πρὸς τῷ ὀρθὴν καὶ ἀληθῆ· τὴν δʼ ἑτέραν, τὴν τοῦ ἀνομοίου δόσιν τε καὶ ἐπιφοράν, οὐκ ὀρθήν, καὶ ψευδῆ ὅταν ἐπʼ ὀνόμασιν ᾖ.
430 ΚΡ. ἀλλʼ ὅπως μή, ὦ Σώκρατες, ἐν μὲν τοῖς ζωγραφήμασιν ᾖ τοῦτο, τὸ μὴ ὀρθῶς διανέμειν, ἐπὶ δὲ τοῖς ὀνόμασιν οὔ, ἀλλʼ ἀναγκαῖον ᾖ ἀεὶ ὀρθῶς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme