186
ΣΩ. ἦ οὖν ταὐτὸν ἐκεῖνό τε καὶ τοῦτο καλεῖς, τοσαύτας διαφορὰς ἔχοντε;
186
ΘΕΑΙ. οὔκουν δὴ δίκαιόν γε.
186
ΣΩ. τί οὖν δὴ ἐκείνῳ ἀποδίδως ὄνομα, τῷ ὁρᾶν ἀκούειν ὀσφραίνεσθαι ψύχεσθαι θερμαίνεσθαι;
186
ΘΕΑΙ. αἰσθάνεσθαι ἔγωγε· τί γὰρ ἄλλο;
186
ΣΩ. σύμπαν ἄρʼ αὐτὸ καλεῖς αἴσθησιν;
186
ΘΕΑΙ. ἀνάγκη.
186
ΣΩ. ὧι γε, φαμέν, οὐ μέτεστιν ἀληθείας ἅψασθαι· οὐδὲ γὰρ οὐσίας.
186
ΘΕΑΙ. οὐ γὰρ οὖν.
186
ΣΩ. οὐδʼ ἄρʼ ἐπιστήμης.
186
ΘΕΑΙ. οὐ γάρ.
186
ΣΩ. οὐκ ἄρʼ ἂν εἴη ποτέ, ὦ Θεαίτητε, αἴσθησίς τε καὶ ἐπιστήμη ταὐτόν.
186
ΘΕΑΙ. οὐ φαίνεται, ὦ Σώκρατες. καὶ μάλιστά γε νῦν καταφανέστατον γέγονεν ἄλλο ὂν αἰσθήσεως ἐπιστήμη.
187
ΣΩ. ἀλλʼ οὔ τι μὲν δὴ τούτου γε ἕνεκα ἠρχόμεθα διαλεγόμενοι, ἵνα εὕρωμεν τί ποτʼ οὐκ ἔστʼ ἐπιστήμη, ἀλλὰ τί ἔστιν. ὅμως δὲ τοσοῦτόν γε προβεβήκαμεν, ὥστε μὴ ζητεῖν αὐτὴν ἐν αἰσθήσει τὸ παράπαν ἀλλʼ ἐν ἐκείνῳ τῷ ὀνόματι, ὅτι ποτʼ ἔχει ἡ ψυχή, ὅταν αὐτὴ καθʼ αὑτὴν πραγματεύηται περὶ τὰ ὄντα.
187
ΘΕΑΙ. ἀλλὰ μὴν τοῦτό γε καλεῖται, ὦ Σώκρατες, ὡς ἐγᾦμαι, δοξάζειν.
187
ΣΩ. ὀρθῶς γὰρ οἴει, ὦ φίλε. καὶ ὅρα δὴ νῦν πάλιν ἐξ ἀρχῆς, πάντα τὰ πρόσθεν ἐξαλείψας, εἴ τι μᾶλλον καθορᾷς, ἐπειδὴ ἐνταῦθα προελήλυθας. καὶ λέγε αὖθις τί ποτʼ ἐστὶν ἐπιστήμη.
187
ΘΕΑΙ. δόξαν μὲν πᾶσαν εἰπεῖν, ὦ Σώκρατες, ἀδύνατον, ἐπειδὴ καὶ ψευδής ἐστι δόξα· κινδυνεύει δὲ ἡ ἀληθὴς δόξα ἐπιστήμη εἶναι, καί μοι τοῦτο ἀποκεκρίσθω. ἐὰν γὰρ μὴ φανῇ προϊοῦσιν ὥσπερ τὸ νῦν, ἄλλο τι πειρασόμεθα λέγειν.
187
ΣΩ. οὕτω μέντοι χρή, ὦ Θεαίτητε, λέγειν προθύμως μᾶλλον, ἢ ὡς τὸ πρῶτον ὤκνεις ἀποκρίνεσθαι. ἐὰν γὰρ οὕτω δρῶμεν, δυοῖν θάτερα, ἢ εὑρήσομεν ἐφʼ ὃ ἐρχόμεθα, ἢ ἧττον οἰησόμεθα εἰδέναι ὃ μηδαμῇ ἴσμεν· καίτοι οὐκ ἂν εἴη μεμπτὸς μισθὸς ὁ τοιοῦτος. καὶ δὴ καὶ νῦν τί φῄς; δυοῖν ὄντοιν ἰδέαιν δόξης, τοῦ μὲν ἀληθινοῦ, ψευδοῦς δὲ τοῦ ἑτέρου, τὴν ἀληθῆ δόξαν ἐπιστήμην ὁρίζῃ;
187
ΘΕΑΙ. ἔγωγε· τοῦτο γὰρ αὖ νῦν μοι φαίνεται.
187
ΣΩ. ἆρʼ οὖν ἔτʼ ἄξιον περὶ δόξης ἀναλαβεῖν πάλιν—
187
ΘΕΑΙ. τὸ ποῖον δὴ λέγεις;
187
ΣΩ. θράττει μέ πως νῦν τε καὶ ἄλλοτε δὴ πολλάκις, ὥστʼ ἐν ἀπορίᾳ πολλῇ πρὸς ἐμαυτὸν καὶ πρὸς ἄλλον γεγονέναι, οὐκ ἔχοντα εἰπεῖν τί ποτʼ ἐστὶ τοῦτο τὸ πάθος παρʼ ἡμῖν καὶ τίνα τρόπον ἐγγιγνόμενον.