Thesauros Literature Philosophy Θεαίτητος

Θεαίτητος

Θεαίτητος Plato
204 ΣΩ. ἦ ἄλλο τι ἢ τὰ ἕξ;
204 ΘΕΑΙ. οὐδέν.
204 ΣΩ. ταὐτὸν ἄρα ἔν γε τοῖς ὅσα ἐξ ἀριθμοῦ ἐστι τό τε πᾶν προσαγορεύομεν καὶ τὰ ἅπαντα;
204 ΘΕΑΙ. φαίνεται.
204 ΣΩ. ὧδε δὴ περὶ αὐτῶν λέγωμεν. ὁ τοῦ πλέθρου ἀριθμὸς καὶ τὸ πλέθρον ταὐτόν· ἦ γάρ;
204 ΘΕΑΙ. ναί.
204 ΣΩ. καὶ ὁ τοῦ σταδίου δὴ ὡσαύτως.
204 ΘΕΑΙ. ναί.
204 ΣΩ. καὶ μὴν καὶ ὁ τοῦ στρατοπέδου γε καὶ τὸ στρατόπεδον, καὶ πάντα τὰ τοιαῦτα ὁμοίως; ὁ γὰρ ἀριθμὸς πᾶς τὸ ὂν πᾶν ἕκαστον αὐτῶν ἐστιν.
204 ΘΕΑΙ. ναί.
204 ΣΩ. ὁ δὲ ἑκάστων ἀριθμὸς μῶν ἄλλο τι ἢ μέρη ἐστίν;
204 ΘΕΑΙ. οὐδέν.
204 ΣΩ. ὅσα ἄρα ἔχει μέρη, ἐκ μερῶν ἂν εἴη;
204 ΘΕΑΙ. φαίνεται.
204 ΣΩ. τὰ δέ γε πάντα μέρη τὸ πᾶν εἶναι ὡμολόγηται, εἴπερ καὶ ὁ πᾶς ἀριθμὸς τὸ πᾶν ἔσται.
204 ΘΕΑΙ. οὕτως.
204 ΣΩ. τὸ ὅλον ἄρʼ οὐκ ἔστιν ἐκ μερῶν. πᾶν γὰρ ἂν εἴη τὰ πάντα ὂν μέρη.
204 ΘΕΑΙ. οὐκ ἔοικεν.
204 ΣΩ. μέρος δʼ ἔσθʼ ὅτου ἄλλου ἐστὶν ὅπερ ἐστὶν ἢ τοῦ ὅλου;
204 ΘΕΑΙ. τοῦ παντός γε.
205 ΣΩ. ἀνδρικῶς γε, ὦ Θεαίτητε, μάχῃ. τὸ πᾶν δὲ οὐχ ὅταν μηδὲν ἀπῇ, αὐτὸ τοῦτο πᾶν ἐστιν;
205 ΘΕΑΙ. ἀνάγκη.
205 ΣΩ. ὅλον δὲ οὐ ταὐτὸν τοῦτο ἔσται, οὗ ἂν μηδαμῇ μηδὲν ἀποστατῇ; οὗ δʼ ἂν ἀποστατῇ, οὔτε ὅλον οὔτε πᾶν, ἅμα γενόμενον ἐκ τοῦ αὐτοῦ τὸ αὐτό;
205 ΘΕΑΙ. δοκεῖ μοι νῦν οὐδὲν διαφέρειν πᾶν τε καὶ ὅλον.
205 ΣΩ. οὐκοῦν ἐλέγομεν ὅτι οὗ ἂν μέρη ᾖ, τὸ ὅλον τε καὶ πᾶν τὰ πάντα μέρη ἔσται;
205 ΘΕΑΙ. πάνυ γε.
205 ΣΩ. πάλιν δή, ὅπερ ἄρτι ἐπεχείρουν, οὐκ, εἴπερ ἡ συλλαβὴ μὴ τὰ στοιχεῖά ἐστιν, ἀνάγκη αὐτὴν μὴ ὡς μέρη ἔχειν ἑαυτῆς τὰ στοιχεῖα, ἢ ταὐτὸν οὖσαν αὐτοῖς ὁμοίως ἐκείνοις γνωστὴν εἶναι;
205 ΘΕΑΙ. οὕτως.
205 ΣΩ. οὐκοῦν τοῦτο ἵνα μὴ γένηται, ἕτερον αὐτῶν αὐτὴν ἐθέμεθα;
205 ΘΕΑΙ. ναί.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme