Thesauros Literature Philosophy Σοφιστής

Σοφιστής

Σοφιστής Plato
227 ΞΕ. πάντων κάλλιστα. καί μοι τὸ μετὰ τοῦτο ἐπάκουε πειρώμενος αὖ τὸ λεχθὲν διχῇ τέμνειν.
227 ΘΕΑΙ. καθʼ ὁποῖʼ ἂν ὑφηγῇ πειράσομαί σοι συντέμνειν.
227 ΞΕ. πονηρίαν ἕτερον ἀρετῆς ἐν ψυχῇ λέγομέν τι;
227 ΘΕΑΙ. πῶς γὰρ οὔ;
227 ΞΕ. καὶ μὴν καθαρμός γʼ ἦν τὸ λείπειν μὲν θάτερον, ἐκβάλλειν δὲ ὅσον ἂν ᾖ πού τι φλαῦρον.
227 ΘΕΑΙ. ἦν γὰρ οὖν.
227 ΞΕ. καὶ ψυχῆς ἄρα, καθʼ ὅσον ἂν εὑρίσκωμεν κακίας ἀφαίρεσίν τινα, καθαρμὸν αὐτὸν λέγοντες ἐν μέλει φθεγξόμεθα.
227 ΘΕΑΙ. καὶ μάλα γε.
227 ΞΕ. δύο μὲν εἴδη κακίας περὶ ψυχὴν ῥητέον.
227 ΘΕΑΙ. ποῖα;
228 ΞΕ. τὸ μὲν οἷον νόσον ἐν σώματι, τὸ δʼ οἷον αἶσχος ἐγγιγνόμενον.
228 ΘΕΑΙ. οὐκ ἔμαθον.
228 ΞΕ. νόσον ἴσως καὶ στάσιν οὐ ταὐτὸν νενόμικας;
228 ΘΕΑΙ. οὐδʼ αὖ πρὸς τοῦτο ἔχω τί χρή με ἀποκρίνασθαι.
228 ΞΕ. πότερον ἄλλο τι στάσιν ἡγούμενος ἢ τὴν τοῦ φύσει συγγενοῦς ἔκ τινος διαφθορᾶς διαφοράν;
228 ΘΕΑΙ. οὐδέν.
228 ΞΕ. ἀλλʼ αἶσχος ἄλλο τι πλὴν τὸ τῆς ἀμετρίας πανταχοῦ δυσειδὲς ἐνὸν γένος;
228 ΘΕΑΙ. οὐδαμῶς ἄλλο.
228 ΞΕ. τί δέ; ἐν ψυχῇ δόξας ἐπιθυμίαις καὶ θυμὸν ἡδοναῖς καὶ λόγον λύπαις καὶ πάντα ἀλλήλοις ταῦτα τῶν φλαύρως ἐχόντων οὐκ ᾐσθήμεθα διαφερόμενα;
228 ΘΕΑΙ. καὶ σφόδρα γε.
228 ΞΕ. συγγενῆ γε μὴν ἐξ ἀνάγκης σύμπαντα γέγονεν.
228 ΘΕΑΙ. πῶς γὰρ οὔ;
228 ΞΕ. στάσιν ἄρα καὶ νόσον τῆς ψυχῆς πονηρίαν λέγοντες ὀρθῶς ἐροῦμεν.
228 ΘΕΑΙ. ὀρθότατα μὲν οὖν.
228 ΞΕ. τί δʼ; ὅσʼ ἂν κινήσεως μετασχόντα καὶ σκοπόν τινα θέμενα πειρώμενα τούτου τυγχάνειν καθʼ ἑκάστην ὁρμὴν παράφορα αὐτοῦ γίγνηται καὶ ἀποτυγχάνῃ, πότερον αὐτὰ φήσομεν ὑπὸ συμμετρίας τῆς πρὸς ἄλληλα ἢ τοὐναντίον ὑπὸ ἀμετρίας αὐτὰ πάσχειν;
228 ΘΕΑΙ. δῆλον ὡς ὑπὸ ἀμετρίας.
228 ΞΕ. ἀλλὰ μὴν ψυχήν γε ἴσμεν ἄκουσαν πᾶσαν πᾶν ἀγνοοῦσαν.
228 ΘΕΑΙ. σφόδρα γε.
228 ΞΕ. τό γε μὴν ἀγνοεῖν ἐστιν ἐπʼ ἀλήθειαν ὁρμωμένης ψυχῆς, παραφόρου συνέσεως γιγνομένης, οὐδὲν ἄλλο πλὴν παραφροσύνη.
228 ΘΕΑΙ. πάνυ μὲν οὖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme