Thesauros Literature Philosophy Σοφιστής

Σοφιστής

Σοφιστής Plato
246 ΞΕ. μάλιστα μέν, εἴ πῃ δυνατὸν ἦν, ἔργῳ βελτίους αὐτοὺς ποιεῖν· εἰ δὲ τοῦτο μὴ ἐγχωρεῖ, λόγῳ ποιῶμεν, ὑποτιθέμενοι νομιμώτερον αὐτοὺς ἢ νῦν ἐθέλοντας ἂν ἀποκρίνασθαι. τὸ γὰρ ὁμολογηθὲν παρὰ βελτιόνων που κυριώτερον ἢ τὸ παρὰ χειρόνων· ἡμεῖς δὲ οὐ τούτων φροντίζομεν, ἀλλὰ τἀληθὲς ζητοῦμεν.
246 ΘΕΑΙ. ὀρθότατα.
246 ΞΕ. κέλευε δὴ τοὺς βελτίους γεγονότας ἀποκρίνασθαί σοι, καὶ τὸ λεχθὲν παρʼ αὐτῶν ἀφερμήνευε.
246 ΘΕΑΙ. ταῦτʼ ἔσται.
246 ΞΕ. λεγόντων δὴ θνητὸν ζῷον εἴ φασιν εἶναί τι.
246 ΘΕΑΙ. πῶς δʼ οὔ;
246 ΞΕ. τοῦτο δὲ οὐ σῶμα ἔμψυχον ὁμολογοῦσιν;
246 ΘΕΑΙ. πάνυ γε.
246 ΞΕ. τιθέντες τι τῶν ὄντων ψυχήν;
247 ΘΕΑΙ. ναί.
247 ΞΕ. τί δέ; ψυχὴν οὐ τὴν μὲν δικαίαν, τὴν δὲ ἄδικόν φασιν εἶναι, καὶ τὴν μὲν φρόνιμον, τὴν δὲ ἄφρονα;
247 ΘΕΑΙ. τί μήν;
247 ΞΕ. ἀλλʼ οὐ δικαιοσύνης ἕξει καὶ παρουσίᾳ τοιαύτην αὐτῶν ἑκάστην γίγνεσθαι, καὶ τῶν ἐναντίων τὴν ἐναντίαν;
247 ΘΕΑΙ. ναί, καὶ ταῦτα σύμφασιν.
247 ΞΕ. ἀλλὰ μὴν τό γε δυνατόν τῳ παραγίγνεσθαι καὶ ἀπογίγνεσθαι πάντως εἶναί τι φήσουσιν.
247 ΘΕΑΙ. φασὶ μὲν οὖν.
247 ΞΕ. οὔσης οὖν δικαιοσύνης καὶ φρονήσεως καὶ τῆς ἄλλης ἀρετῆς καὶ τῶν ἐναντίων, καὶ δὴ καὶ ψυχῆς ἐν ᾗ ταῦτα ἐγγίγνεται, πότερον ὁρατὸν καὶ ἁπτὸν εἶναί φασί τι αὐτῶν ἢ πάντα ἀόρατα;
247 ΘΕΑΙ. σχεδὸν οὐδὲν τούτων γε ὁρατόν.
247 ΞΕ. τί δὲ τῶν τοιούτων; μῶν σῶμά τι λέγουσιν ἴσχειν;
247 ΘΕΑΙ. τοῦτο οὐκέτι κατὰ ταὐτὰ ἀποκρίνονται πᾶν, ἀλλὰ τὴν μὲν ψυχὴν αὐτὴν δοκεῖν σφίσι σῶμά τι κεκτῆσθαι, φρόνησιν δὲ καὶ τῶν ἄλλων ἕκαστον ὧν ἠρώτηκας, αἰσχύνονται τὸ τολμᾶν ἢ μηδὲν τῶν ὄντων αὐτὰ ὁμολογεῖν ἢ πάντʼ εἶναι σώματα διισχυρίζεσθαι.
247 ΞΕ. σαφῶς γὰρ ἡμῖν, ὦ Θεαίτητε, βελτίους γεγόνασιν ἇνδρες· ἐπεὶ τούτων οὐδʼ ἂν ἓν ἐπαισχυνθεῖεν οἵ γε αὐτῶν σπαρτοί τε καὶ αὐτόχθονες, ἀλλὰ διατείνοιντʼ ἂν πᾶν ὃ μὴ δυνατοὶ ταῖς χερσὶ συμπιέζειν εἰσίν, ὡς ἄρα τοῦτο οὐδὲν τὸ παράπαν ἐστίν.
247 ΘΕΑΙ. σχεδὸν οἷα διανοοῦνται λέγεις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme