Thesauros Literature Philosophy Σοφιστής

Σοφιστής

Σοφιστής Plato
268 ΞΕ. οὐκοῦν συνδήσομεν αὐτοῦ, καθάπερ ἔμπροσθεν, τοὔνομα συμπλέξαντες ἀπὸ τελευτῆς ἐπʼ ἀρχήν;
268 ΘΕΑΙ. πάνυ μὲν οὖν.
268 ΞΕ. τὸ δὴ τῆς ἐναντιοποιολογικῆς εἰρωνικοῦ μέρους τῆς δοξαστικῆς μιμητικόν, τοῦ φανταστικοῦ γένους ἀπὸ τῆς εἰδωλοποιικῆς οὐ θεῖον ἀλλʼ ἀνθρωπικὸν τῆς ποιήσεως ἀφωρισμένον ἐν λόγοις τὸ θαυματοποιικὸν μόριον, ταύτης τῆς γενεᾶς τε καὶ αἵματος ὃς ἂν φῇ τὸν ὄντως σοφιστὴν εἶναι, τἀληθέστατα, ὡς ἔοικεν, ἐρεῖ.
268 ΘΕΑΙ. παντάπασι μὲν οὖν.
← Previous 54 / 54

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme