Thesauros Literature Philosophy Πολιτικός

Πολιτικός

Πολιτικός Plato
266 ΞΕ. καὶ μὴν τό γε ζῷον, ὅσον ἥμερον καὶ ἀγελαῖον, σχεδὸν πλὴν γενοῖν δυοῖν πᾶν ἤδη κατακεκερμάτισται. τὸ γὰρ τῶν κυνῶν οὐκ ἐπάξιον καταριθμεῖν γένος ὡς ἐν ἀγελαίοις θρέμμασιν.
266 ΝΕ. ΣΩ. οὐ γὰρ οὖν. ἀλλὰ τίνι δὴ τὼ δύο διαιροῦμεν;
266 ΞΕ. ὧιπερ καὶ δίκαιόν γε Θεαίτητόν τε καὶ σὲ διανέμειν, ἐπειδὴ καὶ γεωμετρίας ἅπτεσθον.
266 ΝΕ. ΣΩ. τῷ;
266 ΞΕ. τῇ διαμέτρῳ δήπου καὶ πάλιν τῇ τῆς διαμέτρου διαμέτρῳ.
266 ΝΕ. ΣΩ. πῶς εἶπες;
266 ΞΕ. ἡ φύσις, ἣν τὸ γένος ἡμῶν τῶν ἀνθρώπων κέκτηται, μῶν ἄλλως πως εἰς τὴν πορείαν πέφυκεν ἢ καθάπερ ἡ διάμετρος ἡ δυνάμει δίπους;
266 ΝΕ. ΣΩ. οὐκ ἄλλως.
266 ΞΕ. καὶ μὴν ἥ γε τοῦ λοιποῦ γένους πάλιν ἐστὶ κατὰ δύναμιν αὖ τῆς ἡμετέρας δυνάμεως διάμετρος, εἴπερ δυοῖν γέ ἐστι ποδοῖν δὶς πεφυκυῖα.
266 ΝΕ. ΣΩ. πῶς δʼ οὐκ ἔστι; καὶ δὴ καὶ σχεδὸν ὃ βούλει δηλοῦν μανθάνω.
266 ΞΕ. πρὸς δὴ τούτοις ἕτερον αὖ τι τῶν πρὸς γέλωτα εὐδοκιμησάντων ἄν, ὦ Σώκρατες, ἆρα καθορῶμεν ἡμῖν γεγονὸς ἐν τοῖς διῃρημένοις;
266 ΝΕ. ΣΩ. τὸ ποῖον;
266 ΞΕ. τἀνθρώπινον ἡμῶν ἅμα γένος συνειληχὸς καὶ συνδεδραμηκὸς γένει τῷ τῶν ὄντων γενναιοτάτῳ καὶ ἅμα εὐχερεστάτῳ.
266 ΝΕ. ΣΩ. καθορῶ καὶ μάλʼ ἀτόπως συμβαῖνον.
266 ΞΕ. τί δʼ; οὐκ εἰκὸς ὕστατα ἀφικνεῖσθαι τὰ βραδύτατα;
266 ΝΕ. ΣΩ. ναί, τοῦτό γε.
266 ΞΕ. τόδε δὲ οὐκ ἐννοοῦμεν, ὡς ἔτι γελοιότερος ὁ βασιλεὺς φαίνεται μετὰ τῆς ἀγέλης συνδιαθέων καὶ σύνδρομα πεπορευμένος τῷ τῶν ἀνδρῶν αὖ πρὸς τὸν εὐχερῆ βίον ἄριστα γεγυμνασμένῳ;
266 ΝΕ. ΣΩ. παντάπασι μὲν οὖν.
266 ΞΕ. νῦν γάρ, ὦ Σώκρατες, ἐκεῖνό ἐστι καταφανὲς μᾶλλον τὸ ῥηθὲν τότʼ ἐν τῇ περὶ τὸν σοφιστὴν ζητήσει.
266 ΝΕ. ΣΩ. τὸ ποῖον;
266 ΞΕ. ὅτι τῇ τοιᾷδε μεθόδῳ τῶν λόγων οὔτε σεμνοτέρου μᾶλλον ἐμέλησεν ἢ μή, τόν τε σμικρότερον οὐδὲν ἠτίμακε πρὸ τοῦ μείζονος, ἀεὶ δὲ καθʼ αὑτὴν περαίνει τἀληθέστατον.
266 ΝΕ. ΣΩ. ἔοικεν.
266 ΞΕ. οὐκοῦν μετὰ τοῦτο, ἵνα μή με φθῇς ἐρωτήσας τὴν βραχυτέραν ὁδὸν ἥτις τότε ἦν ἐπὶ τὸν τοῦ βασιλέως ὅρον, αὐτός σοι πρότερον ἔλθω;
266 ΝΕ. ΣΩ. σφόδρα γε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme