Thesauros Literature Philosophy Πολιτικός

Πολιτικός

Πολιτικός Plato
258 ΞΕ. τὰς ἐπιστήμας ἄρα διαληπτέον, ὥσπερ ἡνίκα τὸν πρότερον ἐσκοποῦμεν;
258 ΝΕ. ΣΩ. τάχʼ ἄν.
258 ΞΕ. οὐ μὲν δὴ κατὰ ταὐτόν γε, ὦ Σώκρατες, φαίνεταί μοι τμῆμα.
258 ΝΕ. ΣΩ. τί μήν;
258 ΞΕ. κατʼ ἄλλο.
258 ΝΕ. ΣΩ. ἔοικέν γε.
258 ΞΕ. τὴν οὖν πολιτικὴν ἀτραπὸν πῇ τις ἀνευρήσει; δεῖ γὰρ αὐτὴν ἀνευρεῖν, καὶ χωρὶς ἀφελόντας ἀπὸ τῶν ἄλλων ἰδέαν αὐτῇ μίαν ἐπισφραγίσασθαι, καὶ ταῖς ἄλλαις ἐκτροπαῖς ἓν ἄλλο εἶδος ἐπισημηναμένους πάσας τὰς ἐπιστήμας ὡς οὔσας δύο εἴδη διανοηθῆναι τὴν ψυχὴν ἡμῶν ποιῆσαι.
258 ΝΕ. ΣΩ. τοῦτʼ ἤδη σὸν οἶμαι τὸ ἔργον, ὦ ξένε, ἀλλʼ οὐκ ἐμὸν γίγνεται.
258 ΞΕ. δεῖ γε μήν, ὦ Σώκρατες, αὐτὸ εἶναι καὶ σόν, ὅταν ἐμφανὲς ἡμῖν γένηται.
258 ΝΕ. ΣΩ. καλῶς εἶπες.
258 ΞΕ. ἆρʼ οὖν οὐκ ἀριθμητικὴ μὲν καί τινες ἕτεραι ταύτῃ συγγενεῖς τέχναι ψιλαὶ τῶν πράξεών εἰσι, τὸ δὲ γνῶναι παρέσχοντο μόνον;
258 ΝΕ. ΣΩ. ἔστιν οὕτως.
258 ΞΕ. αἱ δέ γε περὶ τεκτονικὴν αὖ καὶ σύμπασαν χειρουργίαν ὥσπερ ἐν ταῖς πράξεσιν ἐνοῦσαν σύμφυτον τὴν ἐπιστήμην κέκτηνται, καὶ συναποτελοῦσι τὰ γιγνόμενα ὑπʼ αὐτῶν σώματα πρότερον οὐκ ὄντα.
258 ΝΕ. ΣΩ. τί μήν;
258 ΞΕ. ταύτῃ τοίνυν συμπάσας ἐπιστήμας διαίρει, τὴν μὲν πρακτικὴν προσειπών, τὴν δὲ μόνον γνωστικήν.
258 ΝΕ. ΣΩ. ἔστω σοι ταῦθʼ ὡς μιᾶς ἐπιστήμης τῆς ὅλης εἴδη δύο.
258 ΞΕ. πότερον οὖν τὸν πολιτικὸν καὶ βασιλέα καὶ δεσπότην καὶ ἔτʼ οἰκονόμον θήσομεν ὡς ἓν πάντα ταῦτα προσαγορεύοντες, ἢ τοσαύτας τέχνας αὐτὰς εἶναι φῶμεν ὅσαπερ ὀνόματα ἐρρήθη; μᾶλλον δέ μοι δεῦρο ἕπου.
258 ΝΕ. ΣΩ. πῇ;
259 ΞΕ. τῇδε. εἴ τῴ τις τῶν δημοσιευόντων ἰατρῶν ἱκανὸς συμβουλεύειν ἰδιωτεύων αὐτός, ἆρʼ οὐκ ἀναγκαῖον αὐτῷ προσαγορεύεσθαι τοὔνομα τῆς τέχνης ταὐτὸν ὅπερ ᾧ συμβουλεύει;
259 ΝΕ. ΣΩ. ναί.
259 ΞΕ. τί δʼ; ὅστις βασιλεύοντι χώρας ἀνδρὶ παραινεῖν δεινὸς ἰδιώτης ὢν αὐτός, ἆρʼ οὐ φήσομεν ἔχειν αὐτὸν τὴν ἐπιστήμην ἣν ἔδει τὸν ἄρχοντα αὐτὸν κεκτῆσθαι;
259 ΝΕ. ΣΩ. φήσομεν.
259 ΞΕ. ἀλλὰ μὴν ἥ γε ἀληθινοῦ βασιλέως βασιλική;
259 ΝΕ. ΣΩ. ναί.
259 ΞΕ. ταύτην δὲ ὁ κεκτημένος οὐκ, ἄντε ἄρχων ἄντε ἰδιώτης ὢν τυγχάνῃ, πάντως κατά γε τὴν τέχνην αὐτὴν βασιλικὸς ὀρθῶς προσρηθήσεται;
259 ΝΕ. ΣΩ. δίκαιον γοῦν.
259 ΞΕ. καὶ μὴν οἰκονόμος γε καὶ δεσπότης ταὐτόν.
259 ΝΕ. ΣΩ. τί μήν;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme