Thesauros Literature Philosophy Πολιτικός

Πολιτικός

Πολιτικός Plato
278 ΞΕ. οὐκοῦν ταῦτα εἰ ταύτῃ πέφυκεν, οὐδὲν δὴ πλημμελοῖμεν ἂν ἐγώ τε καὶ σὺ πρῶτον μὲν ἐπιχειρήσαντες ὅλου παραδείγματος ἰδεῖν τὴν φύσιν ἐν σμικρῷ κατὰ μέρος ἄλλῳ παραδείγματι, μετὰ δὲ ταῦτα μέλλοντες, ἐπὶ τὸ τοῦ βασιλέως μέγιστον ὂν ταὐτὸν εἶδος ἀπʼ ἐλαττόνων φέροντές ποθεν, διὰ παραδείγματος ἐπιχειρεῖν αὖ τὴν τῶν κατὰ πόλιν θεραπείαν τέχνῃ γνωρίζειν, ἵνα ὕπαρ ἀντʼ ὀνείρατος ἡμῖν γίγνηται;
278 ΝΕ. ΣΩ. πάνυ μὲν οὖν ὀρθῶς.
279 ΞΕ. πάλιν δὴ τὸν ἔμπροσθε λόγον ἀναληπτέον, ὡς ἐπειδὴ τῷ βασιλικῷ γένει τῆς περὶ τὰς πόλεις ἐπιμελείας ἀμφισβητοῦσι μυρίοι, δεῖ δὴ πάντας ἀποχωρίζειν τούτους καὶ μόνον ἐκεῖνον λείπειν καὶ πρὸς τοῦτο δὴ παραδείγματος ἔφαμεν δεῖν τινος ἡμῖν.
279 ΝΕ. ΣΩ. καὶ μάλα.
279 ΞΕ. τί δῆτα παράδειγμά τις ἄν, ἔχον τὴν αὐτὴν πολιτικῇ πραγματείαν, σμικρότατον παραθέμενος ἱκανῶς ἂν εὕροι τὸ ζητούμενον; βούλει πρὸς Διός, ὦ Σώκρατες, εἰ μή τι πρόχειρον ἕτερον ἔχομεν, ἀλλʼ οὖν τήν γε ὑφαντικὴν προελώμεθα; καὶ ταύτην, εἰ δοκεῖ, μὴ πᾶσαν; ἀποχρήσει γὰρ ἴσως ἡ περὶ τὰ ἐκ τῶν ἐρίων ὑφάσματα· τάχα γὰρ ἂν ἡμῖν καὶ τοῦτο τὸ μέρος αὐτῆς μαρτυρήσειε προαιρεθὲν ὃ βουλόμεθα.
279 ΝΕ. ΣΩ. τί γὰρ οὔ;
279 ΞΕ. τί δῆτα οὐ, καθάπερ ἐν τοῖς ἔμπροσθε τέμνοντες μέρη μερῶν ἕκαστον διῃρούμεθα, καὶ νῦν περὶ ὑφαντικὴν ταὐτὸν τοῦτʼ ἐδράσαμεν, καὶ κατὰ δύναμιν ὅτι μάλιστα διὰ βραχέων ταχὺ πάντʼ ἐπελθόντες πάλιν ἤλθομεν ἐπὶ τὸ νῦν χρήσιμον;
279 ΝΕ. ΣΩ. πῶς λέγεις;
279 ΞΕ. αὐτὴν τὴν διέξοδον ἀπόκρισίν σοι ποιήσομαι.
279 ΝΕ. ΣΩ. κάλλιστʼ εἶπες.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme