Thesauros Literature Philosophy Πολιτικός

Πολιτικός

Πολιτικός Plato
260 ΞΕ. ἆρʼ οὖν συμπάσης τῆς γνωστικῆς εἰ τὸ μὲν ἐπιτακτικὸν μέρος, τὸ δὲ κριτικὸν διαιρούμενοι προσείποιμεν, ἐμμελῶς ἂν φαῖμεν διῃρῆσθαι;
260 ΝΕ. ΣΩ. κατά γε τὴν ἐμὴν δόξαν.
260 ΞΕ. ἀλλὰ μὴν τοῖς γε κοινῇ τι πράττουσιν ἀγαπητὸν ὁμονοεῖν.
260 ΝΕ. ΣΩ. πῶς δʼ οὔ;
260 ΞΕ. τούτου τοίνυν μέχριπερ ἂν αὐτοὶ κοινωνῶμεν, ἐατέον τά γε τῶν ἄλλων δοξάσματα χαίρειν.
260 ΝΕ. ΣΩ. τί μήν;
260 ΞΕ. φέρε δή, τούτοιν τοῖν τέχναιν ἡμῖν τὸν βασιλικὸν ἐν ποτέρᾳ θετέον; ἆρʼ ἐν τῇ κριτικῇ, καθάπερ τινὰ θεατήν, ἢ μᾶλλον τῆς ἐπιτακτικῆς ὡς ὄντα αὐτὸν τέχνης θήσομεν, δεσπόζοντά γε;
260 ΝΕ. ΣΩ. πῶς γὰρ οὐ μᾶλλον;
260 ΞΕ. τὴν ἐπιτακτικὴν δὴ τέχνην πάλιν ἂν εἴη θεατέον εἴ πῃ διέστηκεν. καί μοι δοκεῖ τῇδέ πῃ, καθάπερ ἡ τῶν καπήλων τέχνη τῆς τῶν αὐτοπωλῶν διώρισται τέχνης, καὶ τὸ βασιλικὸν γένος ἔοικεν ἀπὸ τοῦ τῶν κηρύκων γένους ἀφωρίσθαι.
260 ΝΕ. ΣΩ. πῶς;
260 ΞΕ. πωληθέντα που πρότερον ἔργα ἀλλότρια παραδεχόμενοι δεύτερον πωλοῦσι πάλιν οἱ κάπηλοι.
260 ΝΕ. ΣΩ. πάνυ μὲν οὖν.
260 ΞΕ. οὐκοῦν καὶ τὸ κηρυκικὸν φῦλον ἐπιταχθέντʼ ἀλλότρια νοήματα παραδεχόμενον αὐτὸ δεύτερον ἐπιτάττει πάλιν ἑτέροις.
260 ΝΕ. ΣΩ. ἀληθέστατα.
260 ΞΕ. τί οὖν; εἰς ταὐτὸν μείξομεν βασιλικὴν ἑρμηνευτικῇ, κελευστικῇ, μαντικῇ, κηρυκικῇ, καὶ πολλαῖς ἑτέραις τούτων τέχναις συγγενέσιν, αἳ σύμπασαι τό γʼ ἐπιτάττειν ἔχουσιν; ἢ βούλει, καθάπερ ᾐκάζομεν νυνδή, καὶ τοὔνομα παρεικάσωμεν, ἐπειδὴ καὶ σχεδὸν ἀνώνυμον ὂν τυγχάνει τὸ τῶν αὐτεπιτακτῶν γένος, καὶ ταύτῃ ταῦτα διελώμεθα, τὸ μὲν τῶν βασιλέων γένος εἰς τὴν αὐτεπιτακτικὴν θέντες, τοῦ δὲ ἄλλου παντὸς ἀμελήσαντες, ὄνομα ἕτερον αὐτοῖς παραχωρήσαντες θέσθαι τινά; τοῦ γὰρ ἄρχοντος ἕνεκα ἡμῖν ἡ μέθοδος ἦν ἀλλʼ οὐχὶ τοῦ ἐναντίου.
261 ΝΕ. ΣΩ. πάνυ μὲν οὖν.
261 ΞΕ. οὐκοῦν ἐπειδὴ τοῦτο μετρίως ἀφέστηκεν ἀπʼ ἐκείνων, ἀλλοτριότητι διορισθὲν πρὸς οἰκειότητα, τοῦτο αὐτὸ πάλιν αὖ διαιρεῖν ἀναγκαῖον, εἴ τινα τομὴν ἔτι ἔχομεν ὑπείκουσαν ἐν τούτῳ;
261 ΝΕ. ΣΩ. πάνυ γε.
261 ΞΕ. καὶ μὴν φαινόμεθα ἔχειν· ἀλλʼ ἐπακολουθῶν σύντεμνε.
261 ΝΕ. ΣΩ. πῇ;
261 ΞΕ. πάντας ὁπόσους ἂν ἄρχοντας διανοηθῶμεν ἐπιτάξει προσχρωμένους ἆρʼ οὐχ εὑρήσομεν γενέσεώς τινος ἕνεκα προστάττοντας;
261 ΝΕ. ΣΩ. πῶς δʼ οὔ;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme