Thesauros Literature Philosophy Πολιτικός

Πολιτικός

Πολιτικός Plato
305 ΞΕ. τόδε δὴ κατανοητέον ἰδόντι συναπάσας τὰς ἐπιστήμας αἳ εἴρηνται, ὅτι πολιτική γε αὐτῶν οὐδεμία ἀνεφάνη. τὴν γὰρ ὄντως οὖσαν βασιλικὴν οὐκ αὐτὴν δεῖ πράττειν ἀλλʼ ἄρχειν τῶν δυναμένων πράττειν, γιγνώσκουσαν τὴν ἀρχήν τε καὶ ὁρμὴν τῶν μεγίστων ἐν ταῖς πόλεσιν ἐγκαιρίας τε πέρι καὶ ἀκαιρίας, τὰς δʼ ἄλλας τὰ προσταχθέντα δρᾶν.
305 ΝΕ. ΣΩ. ὀρθῶς.
305 ΞΕ. διὰ ταῦτα ἄρα ἃς μὲν ἄρτι διεληλύθαμεν, οὔτʼ ἀλλήλων οὔθʼ αὑτῶν ἄρχουσαι, περὶ δέ τινα ἰδίαν αὑτῆς οὖσα ἑκάστη πρᾶξιν, κατὰ τὴν ἰδιότητα τῶν πράξεων τοὔνομα δικαίως εἴληφεν ἴδιον.
305 ΝΕ. ΣΩ. εἴξασι γοῦν.
305 ΞΕ. τὴν δὲ πασῶν τε τούτων ἄρχουσαν καὶ τῶν νόμων καὶ συμπάντων τῶν κατὰ πόλιν ἐπιμελουμένην καὶ πάντα συνυφαίνουσαν ὀρθότατα, τοῦ κοινοῦ τῇ κλήσει περιλαβόντες τὴν δύναμιν αὐτῆς, προσαγορεύοιμεν δικαιότατʼ ἄν, ὡς ἔοικε, πολιτικήν.
305 ΝΕ. ΣΩ. παντάπασι μὲν οὖν.
305 ΞΕ. οὐκοῦν δὴ καὶ κατὰ τὸ τῆς ὑφαντικῆς παράδειγμα βουλοίμεθʼ ἂν ἐπεξελθεῖν αὐτὴν νῦν, ὅτε καὶ πάντα τὰ γένη τὰ κατὰ πόλιν δῆλα ἡμῖν γέγονε;
305 ΝΕ. ΣΩ. καὶ σφόδρα γε.
306 ΞΕ. τὴν δὴ βασιλικὴν συμπλοκήν, ὡς ἔοικε, λεκτέον ποία τέ ἐστι καὶ τίνι τρόπῳ συμπλέκουσα ποῖον ἡμῖν ὕφασμα ἀποδίδωσιν.
306 ΝΕ. ΣΩ. δῆλον.
306 ΞΕ. ἦ χαλεπὸν ἐνδείξασθαι πρᾶγμα ἀναγκαῖον ἄρα γέγονεν, ὡς φαίνεται.
306 ΝΕ. ΣΩ. πάντως γε μὴν ῥητέον.
306 ΞΕ. τὸ γὰρ ἀρετῆς μέρος ἀρετῆς εἴδει διάφορον εἶναί τινα τρόπον τοῖς περὶ λόγους ἀμφισβητητικοῖς καὶ μάλʼ εὐεπίθετον πρὸς τὰς τῶν πολλῶν δόξας.
306 ΝΕ. ΣΩ. οὐκ ἔμαθον.
306 ΞΕ. ἀλλʼ ὧδε πάλιν. ἀνδρείαν γὰρ οἶμαί σε ἡγεῖσθαι μέρος ἓν ἀρετῆς ἡμῖν εἶναι.
306 ΝΕ. ΣΩ. πάνυ γε.
306 ΞΕ. καὶ μὴν σωφροσύνην γε ἀνδρείας μὲν ἕτερον, ἓν δʼ οὖν καὶ τοῦτο μόριον ἧς κἀκεῖνο.
306 ΝΕ. ΣΩ. ναί.
306 ΞΕ. τούτων δὴ πέρι θαυμαστόν τινα λόγον ἀποφαίνεσθαι τολμητέον.
306 ΝΕ. ΣΩ. ποῖον;
306 ΞΕ. ὡς ἐστὸν κατὰ δή τινα τρόπον εὖ μάλα πρὸς ἀλλήλας ἔχθραν καὶ στάσιν ἐναντίαν ἔχοντε ἐν πολλοῖς τῶν ὄντων.
306 ΝΕ. ΣΩ. πῶς λέγεις;
306 ΞΕ. οὐκ εἰωθότα λόγον οὐδαμῶς· πάντα γὰρ οὖν δὴ ἀλλήλοις τά γε τῆς ἀρετῆς μόρια λέγεταί που φίλια.
306 ΝΕ. ΣΩ. ναί.
306 ΞΕ. σκοπῶμεν δὴ προσσχόντες τὸν νοῦν εὖ μάλα πότερον οὕτως ἁπλοῦν ἐστι τοῦτο, ἢ παντὸς μᾶλλον αὐτῶν ἔχει διαφορὰν τοῖς συγγενέσιν ἔς τι;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme