Thesauros Literature Philosophy Πολιτικός

Πολιτικός

Πολιτικός Plato
265 ΞΕ. καὶ μὴν ἐφʼ ὅ γε μέρος ὥρμηκεν ἡμῖν ὁ λόγος, ἐπʼ ἐκεῖνο δύο τινὲ καθορᾶν ὁδὼ τεταμένα φαίνεται, τὴν μὲν θάττω, πρὸς μέγα μέρος σμικρὸν διαιρουμένην, τὴν δέ, ὅπερ ἐν τῷ πρόσθεν ἐλέγομεν ὅτι δεῖ μεσοτομεῖν ὡς μάλιστα, τοῦτʼ ἔχουσαν μᾶλλον, μακροτέραν γε μήν. ἔξεστιν οὖν ὁποτέραν ἂν βουληθῶμεν, ταύτην πορευθῆναι.
265 ΝΕ. ΣΩ. τί δέ; ἀμφοτέρας ἀδύνατον;
265 ΞΕ. ἅμα γʼ, ὦ θαυμαστέ· ἐν μέρει γε μὴν δῆλον ὅτι δυνατόν.
265 ΝΕ. ΣΩ. ἐν μέρει τοίνυν ἔγωγε ἀμφοτέρας αἱροῦμαι.
265 ΞΕ. ῥᾴδιον, ἐπειδὴ τὸ λοιπὸν βραχύ· κατʼ ἀρχὰς μὴν καὶ μεσοῦσιν ἅμα τῆς πορείας χαλεπὸν ἂν ἦν ἡμῖν τὸ πρόσταγμα. νῦν δʼ, ἐπειδὴ δοκεῖ ταύτῃ, τὴν μακροτέραν πρότερον ἴωμεν· νεαλέστεροι γὰρ ὄντες ῥᾷον αὐτὴν πορευσόμεθα. τὴν δὲ δὴ διαίρεσιν ὅρα.
265 ΝΕ. ΣΩ. λέγε.
265 ΞΕ. τὰ πεζὰ ἡμῖν τῶν ἡμέρων, ὅσαπερ ἀγελαῖα, διῃρημένα ἐστὶ φύσει δίχα.
265 ΝΕ. ΣΩ. τίνι;
265 ΞΕ. τῷ τῶν μὲν τὴν γένεσιν ἄκερων εἶναι, τῶν δὲ κερασφόρον.
265 ΝΕ. ΣΩ. φαίνεται.
265 ΞΕ. τὴν δὴ πεζονομικὴν διελὼν ἀπόδος ἑκατέρῳ τῷ μέρει λόγῳ χρώμενος. ἂν γὰρ ὀνομάζειν αὐτὰ βουληθῇς, ἔσται σοι περιπεπλεγμένον μᾶλλον τοῦ δέοντος.
265 ΝΕ. ΣΩ. πῶς οὖν χρὴ λέγειν;
265 ΞΕ. ὧδε· τῆς πεζονομικῆς ἐπιστήμης δίχα διαιρεθείσης τὸ μόριον θάτερον ἐπὶ τῷ κερασφόρῳ μέρει τῷ τῆς ἀγέλης ἐπιτετάχθαι, τὸ δὲ ἕτερον ἐπὶ τῷ τῆς ἀκεράτου.
265 ΝΕ. ΣΩ. ταῦτʼ ἔστω ταύτῃ λεχθέντα· πάντως γὰρ ἱκανῶς δεδήλωται.
265 ΞΕ. καὶ μὴν ὅ γε βασιλεὺς ἡμῖν αὖ καταφανὴς ὅτι κολοβὸν ἀγέλην τινὰ κεράτων νομεύει.
265 ΝΕ. ΣΩ. πῶς γὰρ οὐ δῆλος;
265 ΞΕ. ταύτην τοίνυν καταθραύσαντες τὸ γιγνόμενον αὐτῷ πειρώμεθα ἀποδοῦναι.
265 ΝΕ. ΣΩ. πάνυ γε.
265 ΞΕ. πότερον οὖν βούλει τῷ σχιστῷ τε καὶ τῷ καλουμένῳ μώνυχι διαιρεῖν αὐτὴν ἢ τῇ κοινογονίᾳ τε καὶ ἰδιογονίᾳ; μανθάνεις γάρ που.
265 ΝΕ. ΣΩ. τὸ ποῖον;
265 ΞΕ. ὅτι τὸ μὲν τῶν ἵππων καὶ ὄνων πέφυκεν ἐξ ἀλλήλων γεννᾶν.
265 ΝΕ. ΣΩ. ναί.
265 ΞΕ. τὸ δέ γε λοιπὸν ἔτι τῆς λείας ἀγέλης τῶν ἡμέρων ἀμιγὲς γένει πρὸς ἄλληλα.
265 ΝΕ. ΣΩ. πῶς δʼ οὔ;
265 ΞΕ. τί δʼ; ὁ πολιτικὸς ἄρʼ ἐπιμέλειαν ἔχειν φαίνεται πότερα κοινογενοῦς φύσεως ἤ τινος ἰδιογενοῦς;
265 ΝΕ. ΣΩ. δῆλον ὅτι τῆς ἀμείκτου.
265 ΞΕ. ταύτην δὴ δεῖ καθάπερ τὰ ἔμπροσθεν, ὡς ἔοικεν, ἡμᾶς δίχα διαστέλλειν.
265 ΝΕ. ΣΩ. δεῖ γὰρ οὖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme