Thesauros Literature Philosophy Φίληβος

Φίληβος

Φίληβος Plato
21 ΣΩ. νοῦν δέ γε καὶ μνήμην καὶ ἐπιστήμην καὶ δόξαν μὴ κεκτημένος ἀληθῆ, πρῶτον μὲν τοῦτο αὐτό, εἰ χαίρεις ἢ μὴ χαίρεις, ἀνάγκη δήπου σε ἀγνοεῖν, κενόν γε ὄντα πάσης φρονήσεως;
21 ΠΡΩ. ἀνάγκη.
21 ΣΩ. καὶ μὴν ὡσαύτως μνήμην μὴ κεκτημένον ἀνάγκη δήπου μηδʼ ὅτι ποτὲ ἔχαιρες μεμνῆσθαι, τῆς τʼ ἐν τῷ παραχρῆμα ἡδονῆς προσπιπτούσης μηδʼ ἡντινοῦν μνήμην ὑπομένειν· δόξαν δʼ αὖ μὴ κεκτημένον ἀληθῆ μὴ δοξάζειν χαίρειν χαίροντα, λογισμοῦ δὲ στερόμενον μηδʼ εἰς τὸν ἔπειτα χρόνον ὡς χαιρήσεις δυνατὸν εἶναι λογίζεσθαι, ζῆν δὲ οὐκ ἀνθρώπου βίον, ἀλλά τινος πλεύμονος ἢ τῶν ὅσα θαλάττια μετʼ ὀστρεΐνων ἔμψυχά ἐστι σωμάτων. ἔστι ταῦτα, ἢ παρὰ ταῦτα ἔχομεν ἄλλα διανοηθῆναι;
21 ΠΡΩ. καὶ πῶς;
21 ΣΩ. ἆρʼ οὖν αἱρετὸς ἡμῖν βίος ὁ τοιοῦτος;
21 ΠΡΩ. εἰς ἀφασίαν παντάπασί με, ὦ Σώκρατες, οὗτος ὁ λόγος ἐμβέβληκε τὰ νῦν.
21 ΣΩ. μήπω τοίνυν μαλθακιζώμεθα, τὸν δὲ τοῦ νοῦ μεταλαβόντες αὖ βίον ἴδωμεν.
21 ΠΡΩ. τὸν ποῖον δὴ λέγεις;
21 ΣΩ. εἴ τις δέξαιτʼ ἂν αὖ ζῆν ἡμῶν φρόνησιν μὲν καὶ νοῦν καὶ ἐπιστήμην καὶ μνήμην πᾶσαν πάντων κεκτημένος, ἡδονῆς δὲ μετέχων μήτε μέγα μήτε σμικρόν, μηδʼ αὖ λύπης, ἀλλὰ τὸ παράπαν ἀπαθὴς πάντων τῶν τοιούτων.
21 ΠΡΩ. οὐδέτερος ὁ βίος, ὦ Σώκρατες, ἔμοιγε τούτων αἱρετός, οὐδʼ ἄλλῳ μή ποτε, ὡς ἐγᾦμαι, φανῇ.
22 ΣΩ. τί δʼ ὁ συναμφότερος, ὦ Πρώταρχε, ἐξ ἀμφοῖν συμμειχθεὶς κοινὸς γενόμενος;
22 ΠΡΩ. ἡδονῆς λέγεις καὶ νοῦ καὶ φρονήσεως;
22 ΣΩ. οὕτω καὶ τῶν τοιούτων λέγω ἔγωγε.
22 ΠΡΩ. πᾶς δήπου τοῦτόν γε αἱρήσεται πρότερον ἢ ʼκείνων ὁποτερονοῦν, καὶ πρὸς τούτοις γε οὐχ ὁ μέν, ὁ δʼ οὔ.
22 ΣΩ. μανθάνομεν οὖν ὅτι νῦν ἡμῖν ἐστι τὸ συμβαῖνον ἐν τοῖς παροῦσι λόγοις;
22 ΠΡΩ. πάνυ μὲν οὖν, ὅτι γε τρεῖς μὲν βίοι προυτέθησαν, τοῖν δυοῖν δʼ οὐδέτερος ἱκανὸς οὐδὲ αἱρετὸς οὔτε ἀνθρώπων οὔτε ζῴων οὐδενί.
22 ΣΩ. μῶν οὖν οὐκ ἤδη τούτων γε πέρι δῆλον ὡς οὐδέτερος αὐτοῖν εἶχε τἀγαθόν; ἦν γὰρ ἂν ἱκανὸς καὶ τέλεος καὶ πᾶσι φυτοῖς καὶ ζῴοις αἱρετός, οἷσπερ δυνατὸν ἦν οὕτως ἀεὶ διὰ βίου ζῆν· εἰ δέ τις ἄλλα ᾑρεῖθʼ ἡμῶν, παρὰ φύσιν ἂν τὴν τοῦ ἀληθῶς αἱρετοῦ ἐλάμβανεν ἄκων ἐξ ἀγνοίας ἤ τινος ἀνάγκης οὐκ εὐδαίμονος.
22 ΠΡΩ. ἔοικε γοῦν ταῦθʼ οὕτως ἔχειν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme