Thesauros Literature Philosophy Φίληβος

Φίληβος

Φίληβος Plato
25 ΠΡΩ. εὔχου δὴ καὶ σκόπει.
25 ΣΩ. σκοπῶ· καί μοι δοκεῖ τις, ὦ Πρώταρχε, αὐτῶν φίλος ἡμῖν νυνδὴ γεγονέναι.
25 ΠΡΩ. πῶς λέγεις τοῦτο καὶ τίνι τεκμηρίῳ χρῇ;
25 ΣΩ. φράσω δῆλον ὅτι· σὺ δέ μοι συνακολούθησον τῷ λόγῳ.
25 ΠΡΩ. λέγε μόνον.
25 ΣΩ. θερμότερον ἐφθεγγόμεθα νυνδή πού τι καὶ ψυχρότερον. ἦ γάρ;
25 ΠΡΩ. ναί.
25 ΣΩ. πρόσθες δὴ ξηρότερον καὶ ὑγρότερον αὐτοῖς καὶ πλέον καὶ ἔλαττον καὶ θᾶττον καὶ βραδύτερον καὶ μεῖζον καὶ σμικρότερον καὶ ὁπόσα ἐν τῷ πρόσθεν τῆς τὸ μᾶλλόν τε καὶ ἧττον δεχομένης ἐτίθεμεν εἰς ἓν φύσεως.
25 ΠΡΩ. τῆς τοῦ ἀπείρου λέγεις;
25 ΣΩ. ναί. συμμείγνυ δέ γε εἰς αὐτὴν τὸ μετὰ ταῦτα τὴν αὖ τοῦ πέρατος γένναν.
25 ΠΡΩ. ποίαν;
25 ΣΩ. ἣν καὶ νυνδή, δέον ἡμᾶς καθάπερ τὴν τοῦ ἀπείρου συνηγάγομεν εἰς ἕν, οὕτω καὶ τὴν τοῦ περατοειδοῦς συναγαγεῖν, οὐ συνηγάγομεν. ἀλλʼ ἴσως καὶ νῦν ταὐτὸν δράσει, εἰ τούτων ἀμφοτέρων συναγομένων καταφανὴς κἀκείνη γενήσεται.
25 ΠΡΩ. ποίαν καὶ πῶς λέγεις;
25 ΣΩ. τὴν τοῦ ἴσου καὶ διπλασίου, καὶ ὁπόση παύει πρὸς ἄλληλα τἀναντία διαφόρως ἔχοντα, σύμμετρα δὲ καὶ σύμφωνα ἐνθεῖσα ἀριθμὸν ἀπεργάζεται.
25 ΠΡΩ. μανθάνω· φαίνῃ γάρ μοι λέγειν μειγνὺς ταῦτα γενέσεις τινὰς ἐφʼ ἑκάστων αὐτῶν συμβαίνειν.
25 ΣΩ. ὀρθῶς γὰρ φαίνομαι.
25 ΠΡΩ. λέγε τοίνυν.
26 ΣΩ. ἆρα οὐκ ἐν μὲν νόσοις ἡ τούτων ὀρθὴ κοινωνία τὴν ὑγιείας φύσιν ἐγέννησεν;
26 ΠΡΩ. παντάπασι μὲν οὖν.
26 ΣΩ. ἐν δὲ ὀξεῖ καὶ βαρεῖ καὶ ταχεῖ καὶ βραδεῖ, ἀπείροις οὖσιν, ἆρʼ οὐ ταὐτὰ ἐγγιγνόμενα ταῦτα· ἅμα πέρας τε ἀπηργάσατο καὶ μουσικὴν σύμπασαν τελεώτατα συνεστήσατο;
26 ΠΡΩ. κάλλιστά γε.
26 ΣΩ. καὶ μὴν ἔν γε χειμῶσιν καὶ πνίγεσιν ἐγγενομένη τὸ μὲν πολὺ λίαν καὶ ἄπειρον ἀφείλετο, τὸ δὲ ἔμμετρον καὶ ἅμα σύμμετρον ἀπηργάσατο.
26 ΠΡΩ. τί μήν;
26 ΣΩ. οὐκοῦν ἐκ τούτων ὧραί τε καὶ ὅσα καλὰ πάντα ἡμῖν γέγονε, τῶν τε ἀπείρων καὶ τῶν πέρας ἐχόντων συμμειχθέντων;
26 ΠΡΩ. πῶς δʼ οὔ;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme