Thesauros Literature Philosophy Φίληβος

Φίληβος

Φίληβος Plato
29 ΣΩ. φέρε δή, περὶ ἑκάστου τῶν παρʼ ἡμῖν λαβὲ τὸ τοιόνδε.
29 ΠΡΩ. ποῖον;
29 ΣΩ. ὅτι μικρόν τε τούτων ἕκαστον παρʼ ἡμῖν ἔνεστι καὶ φαῦλον καὶ οὐδαμῇ οὐδαμῶς εἰλικρινὲς ὂν καὶ τὴν δύναμιν οὐκ ἀξίαν τῆς φύσεως ἔχον. ἐν ἑνὶ δὲ λαβὼν περὶ πάντων νόει ταὐτόν. οἷον πῦρ ἔστι μέν που παρʼ ἡμῖν, ἔστι δʼ ἐν τῷ παντί.
29 ΠΡΩ. τί μήν;
29 ΣΩ. οὐκοῦν σμικρὸν μέν τι τὸ παρʼ ἡμῖν καὶ ἀσθενὲς καὶ φαῦλον, τὸ δʼ ἐν τῷ παντὶ πλήθει τε θαυμαστὸν καὶ κάλλει καὶ πάσῃ δυνάμει τῇ περὶ τὸ πῦρ οὔσῃ.
29 ΠΡΩ. καὶ μάλʼ ἀληθὲς ὃ λέγεις.
29 ΣΩ. τί δέ; τρέφεται καὶ γίγνεται ἐκ τούτου καὶ αὔξεται τὸ τοῦ παντὸς πῦρ ὑπὸ τοῦ παρʼ ἡμῖν πυρός, ἢ τοὐναντίον ὑπʼ ἐκείνου τό τʼ ἐμὸν καὶ τὸ σὸν καὶ τὸ τῶν ἄλλων ζῴων ἅπαντʼ ἴσχει ταῦτα;
29 ΠΡΩ. τοῦτο μὲν οὐδʼ ἀποκρίσεως ἄξιον ἐρωτᾷς.
29 ΣΩ. ὀρθῶς· ταὐτὰ γὰρ ἐρεῖς οἶμαι περί τε τῆς ἐν τοῖς ζῴοις γῆς τῆς ἐνθάδε καὶ τῆς ἐν τῷ παντί, καὶ τῶν ἄλλων δὴ πάντων ὅσων ἠρώτησα ὀλίγον ἔμπροσθεν. οὕτως ἀποκρινῇ;
29 ΠΡΩ. τίς γὰρ ἀποκρινόμενος ἄλλως ὑγιαίνων ἄν ποτε φανείη;
29 ΣΩ. σχεδὸν οὐδʼ ὁστισοῦν· ἀλλὰ τὸ μετὰ τοῦτο ἑξῆς ἕπου. πάντα γὰρ ἡμεῖς ταῦτα τὰ νυνδὴ λεχθέντα ἆρʼ οὐκ εἰς ἓν συγκείμενα ἰδόντες ἐπωνομάσαμεν σῶμα;
29 ΠΡΩ. τί μήν;
29 ΣΩ. ταὐτὸν δὴ λαβὲ καὶ περὶ τοῦδε ὃν κόσμον λέγομεν· διὰ τὸν αὐτὸν γὰρ τρόπον ἂν εἴη που σῶμα, σύνθετον ὂν ἐκ τῶν αὐτῶν.
29 ΠΡΩ. ὀρθότατα λέγεις.
29 ΣΩ. πότερον οὖν ἐκ τούτου τοῦ σώματος ὅλως τὸ παρʼ ἡμῖν σῶμα ἢ ἐκ τοῦ παρʼ ἡμῖν τοῦτο τρέφεταί τε καὶ ὅσα νυνδὴ περὶ αὐτῶν εἴπομεν εἴληφέν τε καὶ ἔχει;
29 ΠΡΩ. καὶ τοῦθʼ ἕτερον, ὦ Σώκρατες, οὐκ ἄξιον ἐρωτήσεως.
30 ΣΩ. τί δέ; τόδε ἆρα ἄξιον; ἢ πῶς ἐρεῖς;
30 ΠΡΩ. λέγε τὸ ποῖον.
30 ΣΩ. τὸ παρʼ ἡμῖν σῶμα ἆρʼ οὐ ψυχὴν φήσομεν ἔχειν;
30 ΠΡΩ. δῆλον ὅτι φήσομεν.
30 ΣΩ. πόθεν, ὦ φίλε Πρώταρχε, λαβόν, εἴπερ μὴ τό γε τοῦ παντὸς σῶμα ἔμψυχον ὂν ἐτύγχανε, ταὐτά γε ἔχον τούτῳ καὶ ἔτι πάντῃ καλλίονα;
30 ΠΡΩ. δῆλον ὡς οὐδαμόθεν ἄλλοθεν, ὦ Σώκρατες.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme