Thesauros Literature Philosophy Φίληβος

Φίληβος

Φίληβος Plato
35 ΣΩ. διψῆν ἄρα ἡμῶν τὸ σῶμα ἢ πεινῆν ἤ τι τῶν τοιούτων πάσχειν οὐδαμῇ ὁ λόγος αἱρεῖ.
35 ΠΡΩ. ἀληθέστατα.
35 ΣΩ. ἔτι δὴ καὶ τόδε περὶ ταὐτὰ ταῦτα κατανοήσωμεν. βίου γὰρ εἶδός τί μοι φαίνεται βούλεσθαι δηλοῦν ὁ λόγος ἡμῖν ἐν τούτοις αὐτοῖς.
35 ΠΡΩ. ἐν τίσι καὶ ποίου πέρι βίου φράζεις;
35 ΣΩ. ἐν τῷ πληροῦσθαι καὶ κενοῦσθαι καὶ πᾶσιν ὅσα περὶ σωτηρίαν τέ ἐστι τῶν ζῴων καὶ τὴν φθοράν, καὶ εἴ τις τούτων ἐν ἑκατέρῳ γιγνόμενος ἡμῶν ἀλγεῖ, τοτὲ δὲ χαίρει κατὰ τὰς μεταβολάς.
35 ΠΡΩ. ἔστι ταῦτα.
35 ΣΩ. τί δʼ ὅταν ἐν μέσῳ τούτων γίγνηται;
35 ΠΡΩ. πῶς ἐν μέσῳ;
36 ΣΩ. διὰ μὲν τὸ πάθος ἀλγῇ, μεμνῆται δὲ τῶν ἡδέων ὧν γενομένων παύοιτʼ ἂν τῆς ἀλγηδόνος, πληρῶται δὲ μήπω· τί τότε; φῶμεν ἢ μὴ φῶμεν αὐτὸν ἐν μέσῳ τῶν παθημάτων εἶναι;
36 ΠΡΩ. φῶμεν μὲν οὖν.
36 ΣΩ. πότερον ἀλγοῦνθʼ ὅλως ἢ χαίροντα;
36 ΠΡΩ. μὰ Δίʼ, ἀλλὰ διπλῇ τινὶ λύπῃ λυπούμενον, κατὰ μὲν τὸ σῶμα ἐν τῷ παθήματι, κατὰ δὲ τὴν ψυχὴν προσδοκίας τινὶ πόθῳ.
36 ΣΩ. πῶς, ὦ Πρώταρχε, τὸ διπλοῦν τῆς λύπης εἶπες; ἆρʼ οὐκ ἔστι μὲν ὅτε τις ἡμῶν κενούμενος ἐν ἐλπίδι φανερᾷ τοῦ πληρωθήσεσθαι καθέστηκε, τοτὲ δὲ τοὐναντίον ἀνελπίστως ἔχει;
36 ΠΡΩ. καὶ μάλα γε.
36 ΣΩ. μῶν οὖν οὐχὶ ἐλπίζων μὲν πληρωθήσεσθαι τῷ μεμνῆσθαι δοκεῖ σοι χαίρειν, ἅμα δὲ κενούμενος ἐν τούτοις τοῖς χρόνοις ἀλγεῖν;
36 ΠΡΩ. ἀνάγκη.
36 ΣΩ. τότε ἄρʼ ἄνθρωπος καὶ τἆλλα ζῷα λυπεῖταί τε ἅμα καὶ χαίρει.
36 ΠΡΩ. κινδυνεύει.
36 ΣΩ. τί δʼ ὅταν ἀνελπίστως ἔχῃ κενούμενος τεύξεσθαι πληρώσεως; ἆρʼ οὐ τότε τὸ διπλοῦν γίγνοιτʼ ἂν περὶ τὰς λύπας πάθος, ὃ σὺ νυνδὴ κατιδὼν ᾠήθης ἁπλῶς εἶναι διπλοῦν;
36 ΠΡΩ. ἀληθέστατα, ὦ Σώκρατες.
36 ΣΩ. ταύτῃ δὴ τῇ σκέψει τούτων τῶν παθημάτων τόδε χρησώμεθα.
36 ΠΡΩ. τὸ ποῖον;
36 ΣΩ. πότερον ἀληθεῖς ταύτας τὰς λύπας τε καὶ ἡδονὰς ἢ ψευδεῖς εἶναι λέξομεν; ἢ τὰς μέν τινας ἀληθεῖς, τὰς δʼ οὔ;
36 ΠΡΩ. πῶς δʼ, ὦ Σώκρατες, ἂν εἶεν ψευδεῖς ἡδοναὶ ἢ λῦπαι;
36 ΣΩ. πῶς δέ, ὦ Πρώταρχε, φόβοι ἂν ἀληθεῖς ἢ ψευδεῖς, ἢ προσδοκίαι ἀληθεῖς ἢ μή, ἢ δόξαι ἀληθεῖς ἢ ψευδεῖς;
36 ΠΡΩ. δόξας μὲν ἔγωγʼ ἄν που συγχωροίην, τὰ δʼ ἕτερα ταῦτʼ οὐκ ἄν.
36 ΣΩ. πῶς φῄς; λόγον μέντοι τινὰ κινδυνεύομεν οὐ πάνυ σμικρὸν ἐπεγείρειν.
36 ΠΡΩ. ἀληθῆ λέγεις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme