Thesauros Literature Philosophy Φίληβος

Φίληβος

Φίληβος Plato
42 ΣΩ. εἴρηταί που πολλάκις ὅτι τῆς φύσεως ἑκάστων διαφθειρομένης μὲν συγκρίσεσι καὶ διακρίσεσι καὶ πληρώσεσι καὶ κενώσεσι καί τισιν αὔξαις καὶ φθίσεσι λῦπαί τε καὶ ἀλγηδόνες καὶ ὀδύναι καὶ πάνθʼ ὁπόσα τοιαῦτʼ ὀνόματα ἔχει συμβαίνει γιγνόμενα.
42 ΠΡΩ. ναί, ταῦτα εἴρηται πολλάκις.
42 ΣΩ. εἰς δέ γε τὴν αὑτῶν φύσιν ὅταν καθιστῆται, ταύτην αὖ τὴν κατάστασιν ἡδονὴν ἀπεδεξάμεθα παρʼ ἡμῶν αὐτῶν.
42 ΠΡΩ. ὀρθῶς.
42 ΣΩ. τί δʼ ὅταν περὶ τὸ σῶμα μηδὲν τούτων γιγνόμενον ἡμῶν ᾖ;
42 ΠΡΩ. πότε δὲ τοῦτʼ ἂν γένοιτο, ὦ Σώκρατες;
42 ΣΩ. οὐδὲν πρὸς λόγον ἐστίν, ὦ Πρώταρχε, ὃ σὺ νῦν ἤρου τὸ ἐρώτημα.
42 ΠΡΩ. τί δή;
42 ΣΩ. διότι τὴν ἐμὴν ἐρώτησιν οὐ κωλύεις με διερέσθαι σε πάλιν.
42 ΠΡΩ. ποίαν;
42 ΣΩ. εἰ δʼ οὖν μὴ γίγνοιτο, ὦ Πρώταρχε, φήσω, τὸ τοιοῦτον, τί ποτε ἀναγκαῖον ἐξ αὐτοῦ συμβαίνειν ἡμῖν;
42 ΠΡΩ. μὴ κινουμένου τοῦ σώματος ἐφʼ ἑκάτερα φῄς;
42 ΣΩ. οὕτως.
42 ΠΡΩ. δῆλον δὴ τοῦτό γε, ὦ Σώκρατες, ὡς οὔτε ἡδονὴ γίγνοιτʼ ἂν ἐν τῷ τοιούτῳ ποτὲ οὔτʼ ἄν τις λύπη.
43 ΣΩ. κάλλιστʼ εἶπες. ἀλλὰ γὰρ οἶμαι τόδε λέγεις, ὡς ἀεί τι τούτων ἀναγκαῖον ἡμῖν συμβαίνειν, ὡς οἱ σοφοί φασιν· ἀεὶ γὰρ ἅπαντα ἄνω τε καὶ κάτω ῥεῖ.
43 ΠΡΩ. λέγουσι γὰρ οὖν, καὶ δοκοῦσί γε οὐ φαύλως λέγειν.
43 ΣΩ. πῶς γὰρ ἄν, μὴ φαῦλοί γε ὄντες; ἀλλὰ γὰρ ὑπεκστῆναι τὸν λόγον ἐπιφερόμενον τοῦτον βούλομαι. τῇδʼ οὖν διανοοῦμαι φεύγειν, καὶ σύ μοι σύμφευγε.
43 ΠΡΩ. λέγε ὅπῃ.
43 ΣΩ. ταῦτα μὲν τοίνυν οὕτως ἔστω, φῶμεν πρὸς τούτους· σὺ δʼ ἀπόκριναι πότερον ἀεὶ πάντα, ὁπόσα πάσχει τι τῶν ἐμψύχων, ταῦτʼ αἰσθάνεται τὸ πάσχον, καὶ οὔτʼ αὐξανόμενοι λανθάνομεν ἡμᾶς αὐτοὺς οὔτε τι τῶν τοιούτων οὐδὲν πάσχοντες, ἢ πᾶν τοὐναντίον.
43 ΠΡΩ. ἅπαν δήπου τοὐναντίον· ὀλίγου γὰρ τά γε τοιαῦτα λέληθε πάνθʼ ἡμᾶς.
43 ΣΩ. οὐ τοίνυν καλῶς ἡμῖν εἴρηται τὸ νυνδὴ ῥηθέν, ὡς αἱ μεταβολαὶ κάτω τε καὶ ἄνω γιγνόμεναι λύπας τε καὶ ἡδονὰς ἀπεργάζονται.
43 ΠΡΩ. τί μήν;
43 ΣΩ. ὧδʼ ἔσται κάλλιον καὶ ἀνεπιληπτότερον τὸ λεγόμενον.
43 ΠΡΩ. πῶς;
43 ΣΩ. ὡς αἱ μὲν μεγάλαι μεταβολαὶ λύπας τε καὶ ἡδονὰς ποιοῦσιν ἡμῖν, αἱ δʼ αὖ μέτριαί τε καὶ σμικραὶ τὸ παράπαν οὐδέτερα τούτων.
43 ΠΡΩ. ὀρθότερον οὕτως ἢ ʼκείνως, ὦ Σώκρατες.
43 ΣΩ. οὐκοῦν εἰ ταῦτα οὕτω, πάλιν ὁ νυνδὴ ῥηθεὶς βίος ἂν ἥκοι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme