Thesauros Literature Philosophy Φίληβος

Φίληβος

Φίληβος Plato
43 ΠΡΩ. ποῖος;
43 ΣΩ. ὃν ἄλυπόν τε καὶ ἄνευ χαρμονῶν ἔφαμεν εἶναι.
43 ΠΡΩ. ἀληθέστατα λέγεις.
43 ΣΩ. ἐκ δὴ τούτων τιθῶμεν τριττοὺς ἡμῖν βίους, ἕνα μὲν ἡδύν, τὸν δʼ αὖ λυπηρόν, τὸν δʼ ἕνα μηδέτερα. ἢ πῶς ἂν φαίης σὺ περὶ τούτων;
43 ΠΡΩ. οὐκ ἄλλως ἔγωγε ἢ ταύτῃ, τρεῖς εἶναι τοὺς βίους.
43 ΣΩ. οὐκοῦν οὐκ ἂν εἴη τὸ μὴ λυπεῖσθαί ποτε ταὐτὸν τῷ χαίρειν;
43 ΠΡΩ. πῶς γὰρ ἄν;
43 ΣΩ. ὁπόταν οὖν ἀκούσῃς ὡς ἥδιστον πάντων ἐστὶν ἀλύπως διατελεῖν τὸν βίον ἅπαντα, τί τόθʼ ὑπολαμβάνεις λέγειν τὸν τοιοῦτον;
43 ΠΡΩ. ἡδὺ λέγειν φαίνεται ἔμοιγε οὗτος τὸ μὴ λυπεῖσθαι.
43 ΣΩ. τριῶν ὄντων οὖν ἡμῖν, ὧντινων βούλει, τίθει, καλλίοσιν ἵνα ὀνόμασι χρώμεθα, τὸ μὲν χρυσόν, τὸ δʼ ἄργυρον, τρίτον δὲ τὸ μηδέτερα τούτων.
43 ΠΡΩ. κεῖται.
43 ΣΩ. τὸ δὴ μηδέτερα τούτων ἔσθʼ ἡμῖν ὅπως θάτερα γένοιτο ἄν, χρυσὸς ἢ ἄργυρος;
43 ΠΡΩ. καὶ πῶς ἄν;
43 ΣΩ. οὐδʼ ἄρα ὁ μέσος βίος ἡδὺς ἢ λυπηρὸς λεγόμενος ὀρθῶς ἄν ποτε οὔτʼ εἰ δοξάζοι τις, δοξάζοιτο, οὔτʼ εἰ λέγοι, λεχθείη, κατά γε τὸν ὀρθὸν λόγον.
43 ΠΡΩ. πῶς γὰρ ἄν;
44 ΣΩ. ἀλλὰ μήν, ὦ ἑταῖρε, λεγόντων γε ταῦτα καὶ δοξαζόντων αἰσθανόμεθα.
44 ΠΡΩ. καὶ μάλα.
44 ΣΩ. πότερον οὖν καὶ χαίρειν οἴονται τότε ὅταν μὴ λυπῶνται;
44 ΠΡΩ. φασὶ γοῦν.
44 ΣΩ. οὐκοῦν οἴονται τότε χαίρειν· οὐ γὰρ ἂν ἔλεγόν που.
44 ΠΡΩ. κινδυνεύει.
44 ΣΩ. ψευδῆ γε μὴν δοξάζουσι περὶ τοῦ χαίρειν, εἴπερ χωρὶς τοῦ μὴ λυπεῖσθαι καὶ τοῦ χαίρειν ἡ φύσις ἑκατέρου.
44 ΠΡΩ. καὶ μὴν χωρίς γε ἦν.
44 ΣΩ. πότερον οὖν αἱρώμεθα παρʼ ἡμῖν ταῦτʼ εἶναι, καθάπερ ἄρτι, τρία, ἢ δύο μόνα, λύπην μὲν κακὸν τοῖς ἀνθρώποις, τὴν δʼ ἀπαλλαγὴν τῶν λυπῶν, αὐτὸ τοῦτο ἀγαθὸν ὄν, ἡδὺ προσαγορεύεσθαι;
44 ΠΡΩ. πῶς δὴ νῦν τοῦτο, ὦ Σώκρατες, ἐρωτώμεθα ὑφʼ ἡμῶν αὐτῶν; οὐ γὰρ μανθάνω.
44 ΣΩ. ὄντως γὰρ τοὺς πολεμίους Φιλήβου τοῦδε, ὦ Πρώταρχε, οὐ μανθάνεις;
44 ΠΡΩ. λέγεις δὲ αὐτοὺς τίνας;
44 ΣΩ. καὶ μάλα δεινοὺς λεγομένους τὰ περὶ φύσιν, οἳ τὸ παράπαν ἡδονὰς οὔ φασιν εἶναι.
44 ΠΡΩ. τί μήν;
44 ΣΩ. λυπῶν ταύτας εἶναι πάσας ἀποφυγάς, ἃς νῦν οἱ περὶ Φίληβον ἡδονὰς ἐπονομάζουσιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme