Thesauros Literature Philosophy Φίληβος

Φίληβος

Φίληβος Plato
49 ΣΩ. ταύτῃ τοίνυν δίελε, καὶ ὅσοι μὲν αὐτῶν εἰσι μετʼ ἀσθενείας τοιοῦτοι καὶ ἀδύνατοι καταγελώμενοι τιμωρεῖσθαι, γελοίους τούτους φάσκων εἶναι τἀληθῆ φθέγξῃ· τοὺς δὲ δυνατοὺς τιμωρεῖσθαι καὶ ἰσχυροὺς φοβεροὺς καὶ ἐχθροὺς προσαγορεύων ὀρθότατον τούτων σαυτῷ λόγον ἀποδώσεις. ἄγνοια γὰρ ἡ μὲν τῶν ἰσχυρῶν ἐχθρά τε καὶ αἰσχρά— βλαβερὰ γὰρ καὶ τοῖς πέλας αὐτή τε καὶ ὅσαι εἰκόνες αὐτῆς εἰσιν—ἡ δʼ ἀσθενὴς ἡμῖν τὴν τῶν γελοίων εἴληχε τάξιν τε καὶ φύσιν.
49 ΠΡΩ. ὀρθότατα λέγεις. ἀλλὰ γὰρ ἡ τῶν ἡδονῶν καὶ λυπῶν μεῖξις ἐν τούτοις οὔπω μοι καταφανής.
49 ΣΩ. τὴν τοίνυν τοῦ φθόνου λαβὲ δύναμιν πρῶτον.
49 ΠΡΩ. λέγε μόνον.
49 ΣΩ. λύπη τις ἄδικός ἐστί που καὶ ἡδονή;
49 ΠΡΩ. τοῦτο μὲν ἀνάγκη.
49 ΣΩ. οὐκοῦν ἐπὶ μὲν τοῖς τῶν ἐχθρῶν κακοῖς οὔτʼ ἄδικον οὔτε φθονερόν ἐστι τὸ χαίρειν;
49 ΠΡΩ. τί μήν;
49 ΣΩ. τὰ δέ γε τῶν φίλων ὁρῶντας ἔστιν ὅτε κακὰ μὴ λυπεῖσθαι, χαίρειν δέ, ἆρα οὐκ ἄδικόν ἐστιν;
49 ΠΡΩ. πῶς δʼ οὔ;
49 ΣΩ. οὐκοῦν τὴν ἄγνοιαν εἴπομεν ὅτι κακὸν πᾶσιν;
49 ΠΡΩ. ὀρθῶς.
49 ΣΩ. τὴν οὖν τῶν φίλων δοξοσοφίαν καὶ δοξοκαλίαν καὶ ὅσα νυνδὴ διήλθομεν, ἐν τρισὶν λέγοντες εἴδεσιν γίγνεσθαι, γελοῖα μὲν ὁπόσα ἀσθενῆ, μισητὰ δʼ ὁπόσα ἐρρωμένα, φῶμεν ἢ μὴ φῶμεν ὅπερ εἶπον ἄρτι, τὴν τῶν φίλων ἕξιν ταύτην ὅταν ἔχῃ τις τὴν ἀβλαβῆ τοῖς ἄλλοις, γελοίαν εἶναι;
49 ΠΡΩ. πάνυ γε.
49 ΣΩ. κακὸν δʼ οὐχ ὁμολογοῦμεν αὐτὴν ἄγνοιάν γε οὖσαν εἶναι;
49 ΠΡΩ. σφόδρα γε.
49 ΣΩ. χαίρομεν δὲ ἢ λυπούμεθα, ὅταν ἐπʼ αὐτῇ γελῶμεν;
50 ΠΡΩ. δῆλον ὅτι χαίρομεν.
50 ΣΩ. ἡδονὴν δὲ ἐπὶ τοῖς τῶν φίλων κακοῖς, οὐ φθόνον ἔφαμεν εἶναι τὸν τοῦτʼ ἀπεργαζόμενον;
50 ΠΡΩ. ἀνάγκη.
50 ΣΩ. γελῶντας ἄρα ἡμᾶς ἐπὶ τοῖς τῶν φίλων γελοίοις φησὶν ὁ λόγος, κεραννύντας ἡδονὴν αὖ φθόνῳ, λύπῃ τὴν ἡδονὴν συγκεραννύναι· τὸν γὰρ φθόνον ὡμολογῆσθαι λύπην ψυχῆς ἡμῖν πάλαι, τὸ δὲ γελᾶν ἡδονήν, ἅμα γίγνεσθαι δὲ τούτω ἐν τούτοις τοῖς χρόνοις.
50 ΠΡΩ. ἀληθῆ.
50 ΣΩ. μηνύει δὴ νῦν ὁ λόγος ἡμῖν ἐν θρήνοις τε καὶ ἐν τραγῳδίαις καὶ κωμῳδίαις, μὴ τοῖς δράμασι μόνον ἀλλὰ καὶ τῇ τοῦ βίου συμπάσῃ τραγῳδίᾳ καὶ κωμῳδίᾳ, λύπας ἡδοναῖς ἅμα κεράννυσθαι, καὶ ἐν ἄλλοις δὴ μυρίοις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme