Thesauros Literature Philosophy Φαῖδρος

Φαῖδρος

Φαῖδρος Plato
268 ΦΑΙ. καὶ μάλα ἐρρωμένην, ὦ Σώκρατες, ἔν γε δὴ πλήθους συνόδοις.
268 ΣΩ. ἔχει γάρ. ἀλλʼ, ὦ δαιμόνιε, ἰδὲ καὶ σὺ εἰ ἄρα καὶ σοὶ φαίνεται διεστηκὸς αὐτῶν τὸ ἤτριον ὥσπερ ἐμοί.
268 ΦΑΙ. δείκνυε μόνον.
268 ΣΩ. εἰπὲ δή μοι· εἴ τις προσελθὼν τῷ ἑταίρῳ σου Ἐρυξιμάχῳ ἢ τῷ πατρὶ αὐτοῦ Ἀκουμενῷ εἴποι ὅτι ἐγὼ ἐπίσταμαι τοιαῦτʼ ἄττα σώμασι προσφέρειν, ὥστε θερμαίνειν τʼ ἐὰν βούλωμαι καὶ ψύχειν, καὶ ἐὰν μὲν δόξῃ μοι, ἐμεῖν ποιεῖν, ἐὰν δʼ αὖ, κάτω διαχωρεῖν, καὶ ἄλλα πάμπολλα τοιαῦτα· καὶ ἐπιστάμενος αὐτὰ ἀξιῶ ἰατρικὸς εἶναι καὶ ἄλλον ποιεῖν ᾧ ἂν τὴν τούτων ἐπιστήμην παραδῶ, τί ἂν οἴει ἀκούσαντας εἰπεῖν;
268 ΦΑΙ. τί δʼ ἄλλο γε ἢ ἐρέσθαι εἰ προσεπίσταται καὶ οὕστινας δεῖ καὶ ὁπότε ἕκαστα τούτων ποιεῖν, καὶ μέχρι ὁπόσου;
268 ΣΩ. εἰ οὖν εἴποι ὅτι οὐδαμῶς· ἀλλʼ ἀξιῶ τὸν ταῦτα παρʼ ἐμοῦ μαθόντα αὐτὸν οἷόν τʼ εἶναι ποιεῖν ἃ ἐρωτᾷς;
268 ΦΑΙ. εἰπεῖν ἂν οἶμαι ὅτι μαίνεται ἅνθρωπος, καὶ ἐκ βιβλίου ποθὲν ἀκούσας ἢ περιτυχὼν φαρμακίοις ἰατρὸς οἴεται γεγονέναι, οὐδὲν ἐπαΐων τῆς τέχνης.
268 ΣΩ. τί δʼ εἰ Σοφοκλεῖ αὖ προσελθὼν καὶ Εὐριπίδῃ τις λέγοι ὡς ἐπίσταται περὶ σμικροῦ πράγματος ῥήσεις παμμήκεις ποιεῖν καὶ περὶ μεγάλου πάνυ σμικράς, ὅταν τε βούληται οἰκτράς, καὶ τοὐναντίον αὖ φοβερὰς καὶ ἀπειλητικὰς ὅσα τʼ ἄλλα τοιαῦτα, καὶ διδάσκων αὐτὰ τραγῳδίας ποίησιν οἴεται παραδιδόναι;
268 ΦΑΙ. καὶ οὗτοι ἄν, ὦ Σώκρατες, οἶμαι καταγελῷεν εἴ τις οἴεται τραγῳδίαν ἄλλο τι εἶναι ἢ τὴν τούτων σύστασιν πρέπουσαν ἀλλήλοις τε καὶ τῷ ὅλῳ συνισταμένην.
268 ΣΩ. ἀλλʼ οὐκ ἂν ἀγροίκως γε οἶμαι λοιδορήσειαν, ἀλλʼ ὥσπερ ἂν μουσικὸς ἐντυχὼν ἀνδρὶ οἰομένῳ ἁρμονικῷ εἶναι, ὅτι δὴ τυγχάνει ἐπιστάμενος ὡς οἷόν τε ὀξυτάτην καὶ βαρυτάτην χορδὴν ποιεῖν, οὐκ ἀγρίως εἴποι ἄν· ὦ μοχθηρέ, μελαγχολᾷς, ἀλλʼ ἅτε μουσικὸς ὢν πρᾳότερον ὅτι ὦ ἄριστε, ἀνάγκη μὲν καὶ ταῦτʼ ἐπίστασθαι τὸν μέλλοντα ἁρμονικὸν ἔσεσθαι, οὐδὲν μὴν κωλύει μηδὲ σμικρὸν ἁρμονίας ἐπαΐειν τὸν τὴν σὴν ἕξιν ἔχοντα· τὰ γὰρ πρὸ ἁρμονίας ἀναγκαῖα μαθήματα ἐπίστασαι ἀλλʼ οὐ τὰ ἁρμονικά.
268 ΦΑΙ. ὀρθότατά γε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme