Thesauros Literature Philosophy Ἀλκιβιάδης αʹ

Ἀλκιβιάδης αʹ

Ἀλκιβιάδης αʹ Plato
120 ΣΩ. οὐκοῦν ἓν μὲν τοῦτο τοσοῦτον κακὸν ἔχει ἡ οἴησις αὕτη.
120 ΑΛ. ἀληθῆ λέγεις.
120 ΣΩ. τὸ δεύτερον τοίνυν, ὅτι καὶ ψευδής ἐστιν, ἐκ τῶν εἰκότων σκέψαι.
120 ΑΛ. πῶς δή;
120 ΣΩ. πότερον εἰκὸς ἀμείνους γίγνεσθαι φύσεις ἐν γενναίοις γένεσιν ἢ μή;
120 ΑΛ. δῆλον ὅτι ἐν τοῖς γενναίοις.
120 ΣΩ. οὐκοῦν τοὺς εὖ φύντας, ἐὰν καὶ εὖ τραφῶσιν, οὕτω τελέους γίγνεσθαι πρὸς ἀρετήν;
120 ΑΛ. ἀνάγκη.
120 ΣΩ. σκεψώμεθα δή, τοῖς ἐκείνων τὰ ἡμέτερα ἀντιτιθέντες, πρῶτον μὲν εἰ δοκοῦσι φαυλοτέρων γενῶν εἶναι οἱ Λακεδαιμονίων καὶ Περσῶν βασιλῆς. ἢ οὐκ ἴσμεν ὡς οἱ μὲν Ἡρακλέους, οἱ δὲ Ἀχαιμένους ἔκγονοι, τὸ δʼ Ἡρακλέους τε γένος καὶ τὸ Ἀχαιμένους εἰς Περσέα τὸν Διὸς ἀναφέρεται;
121 ΑΛ. καὶ γὰρ τὸ ἡμέτερον, ὦ Σώκρατες, εἰς Εὐρυσάκη, τὸ δʼ Εὐρυσάκους εἰς Δία.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme